[ ]
Perrhaibia — Chyretiai (Domeniko) — 196-194 BC
1 | Τίτος Κοΐνκτιος στρατηγὸς ὕπατος Ῥωμαίων Κυρετιέων |
τοῖς ταγοῖς καὶ τῆι πόλει χαίρειν· ἐπεὶ καὶ ἐν τοῖς λοιποῖς πᾶσιν | |
φανερὰν πεποήκαμεν τήν τε ἰδίαν καὶ τοῦ δήμου τοῦ Ῥωμαίων | |
προαίρεσιν ἣν ἔχομεν εἰς ὑμᾶς ὁλοσχερῶς, βεβουλήμεθα κα[ὶ] | |
5 | ἐν τοῖς ἑξῆς ἐπιδεῖξαι κατὰ πᾶν μέρος προεστηκότες |
τοῦ ἐνδόξου, ἵνα μηδ’ ἐν τούτοις ἔχωσιν ἡμᾶς κατα- | |
λαλεῖν οἱ οὐκ ἀπὸ τοῦ βελτίστου εἰωθότες ἀνα- | |
στρέφεσθαι. ὅσαι γάρ ποτε ἀπολείπονται κτήσεις | |
ἔγγειοι καὶ οἰκίαι τῶν καθηκουσῶν εἰς τὸ δημόσιον | |
10 | τὸ Ῥωμαίων, πάσας δίδομεν τῆι ὑμετέραι πόλει, |
ὅπως καὶ ἐν τούτοις μάθητε τὴν καλοκἀγαθίαν ἡμῶν | |
καὶ ὅτι τελέως ἐν οὐθενὶ φιλαργυρῆσ[α]ι βεβουλήμεθα, | |
περὶ πλείστου ποιούμενοι χάριτα καὶ φιλοδοξίαν. ὅσοι μέν- | |
τον μὴ κεκομισμένοι εἰσὶν τῶν ἐπιβαλλόντων αὐτοῖς, | |
15 | ἐὰν ὑμᾶς διδάξωσιν καὶ φαίνωνται εὐγνώμονα λέ- |
γοντες στοχαζομένων ὑμῶν ἐκ τῶν ὑπ’ ἐμοῦ γεγραμ- | |
μένων ἐγκρίσεων, κρίνω δίκαιον εἶναι ἀποκαθίστασ- | |
θαι αὐτοῖς. | |
ἔρρωσθε. |