[ ] Perrhaibia — Chyretiai (Domeniko) — 196-194 BC
1 Τίτος Κοΐνκτιος στρατηγὸς ὕπατος Ῥωμαίων Κυρετιέων
τοῖς ταγοῖς καὶ τῆι πόλει χαίρειν· ἐπεὶ καὶ ἐν τοῖς λοιποῖς πᾶσιν
φανερὰν πεποήκαμεν τήν τε ἰδίαν καὶ τοῦ δήμου τοῦ Ῥωμαίων
προαίρεσιν ἣν ἔχομεν εἰς ὑμᾶς ὁλοσχερῶς, βεβουλήμεθα κα[ὶ]
5 ἐν τοῖς ἑξῆς ἐπιδεῖξαι κατὰ πᾶν μέρος προεστηκότες
τοῦ ἐνδόξου, ἵνα μηδ’ ἐν τούτοις ἔχωσιν ἡμᾶς κατα-
λαλεῖν οἱ οὐκ ἀπὸ τοῦ βελτίστου εἰωθότες ἀνα-
στρέφεσθαι. ὅσαι γάρ ποτε ἀπολείπονται κτήσεις
ἔγγειοι καὶ οἰκίαι τῶν καθηκουσῶν εἰς τὸ δημόσιον
10 τὸ Ῥωμαίων, πάσας δίδομεν τῆι ὑμετέραι πόλει,
ὅπως καὶ ἐν τούτοις μάθητε τὴν καλοκἀγαθίαν ἡμῶν
καὶ ὅτι τελέως ἐν οὐθενὶ φιλαργυρῆσ[α]ι βεβουλήμεθα,
περὶ πλείστου ποιούμενοι χάριτα καὶ φιλοδοξίαν. ὅσοι μέν-
τον μὴ κεκομισμένοι εἰσὶν τῶν ἐπιβαλλόντων αὐτοῖς,
15 ἐὰν ὑμᾶς διδάξωσιν καὶ φαίνωνται εὐγνώμονα λέ-
γοντες στοχαζομένων ὑμῶν ἐκ τῶν ὑπ’ ἐμοῦ γεγραμ-
μένων ἐγκρίσεων, κρίνω δίκαιον εἶναι ἀποκαθίστασ-
                  θαι αὐτοῖς.
                                        ἔρρωσθε.
Search Help
Contact Us