[ ]
Perrhaibia — Chyretiai (Domeniko) — 196-194 BC
| 1 | Τίτος Κοΐνκτιος στρατηγὸς ὕπατος Ῥωμαίων Κυρετιέων |
| τοῖς ταγοῖς καὶ τῆι πόλει χαίρειν· ἐπεὶ καὶ ἐν τοῖς λοιποῖς πᾶσιν | |
| φανερὰν πεποήκαμεν τήν τε ἰδίαν καὶ τοῦ δήμου τοῦ Ῥωμαίων | |
| προαίρεσιν ἣν ἔχομεν εἰς ὑμᾶς ὁλοσχερῶς, βεβουλήμεθα κα[ὶ] | |
| 5 | ἐν τοῖς ἑξῆς ἐπιδεῖξαι κατὰ πᾶν μέρος προεστηκότες |
| τοῦ ἐνδόξου, ἵνα μηδ’ ἐν τούτοις ἔχωσιν ἡμᾶς κατα- | |
| λαλεῖν οἱ οὐκ ἀπὸ τοῦ βελτίστου εἰωθότες ἀνα- | |
| στρέφεσθαι. ὅσαι γάρ ποτε ἀπολείπονται κτήσεις | |
| ἔγγειοι καὶ οἰκίαι τῶν καθηκουσῶν εἰς τὸ δημόσιον | |
| 10 | τὸ Ῥωμαίων, πάσας δίδομεν τῆι ὑμετέραι πόλει, |
| ὅπως καὶ ἐν τούτοις μάθητε τὴν καλοκἀγαθίαν ἡμῶν | |
| καὶ ὅτι τελέως ἐν οὐθενὶ φιλαργυρῆσ[α]ι βεβουλήμεθα, | |
| περὶ πλείστου ποιούμενοι χάριτα καὶ φιλοδοξίαν. ὅσοι μέν- | |
| τον μὴ κεκομισμένοι εἰσὶν τῶν ἐπιβαλλόντων αὐτοῖς, | |
| 15 | ἐὰν ὑμᾶς διδάξωσιν καὶ φαίνωνται εὐγνώμονα λέ- |
| γοντες στοχαζομένων ὑμῶν ἐκ τῶν ὑπ’ ἐμοῦ γεγραμ- | |
| μένων ἐγκρίσεων, κρίνω δίκαιον εἶναι ἀποκαθίστασ- | |
| θαι αὐτοῖς. | |
| ἔρρωσθε. |