[ ] Hestiaiotis — Trikka (Trikala) — 1st c. BC — cf. Corrigenda p. XIII
a.1 [ἴχνος ἐπιστήσας], π̣αροδοιπόρε, τοὐμὸν ἐπιγνοὺς
[οὔνομ’ ἀπερχό]μενος στεῖχε κατ’ ἀτραπιτόν·
[–⏑⏑–⏑⏑]κον λεύσσεις, ξένε, τῷδ’ ὑπὸ τύμβωι
[–⏑⏑–⏑⏑]#⁷ου Γῆρυν ὑπόντα τάφωι·
5 [ἄσκησεν δὲ τέχνα]ν Ἀσκλαπιῶ {ι}, ἃν ἐφύλαξεν
[πᾶσι παρ’ Ἕλλασιν] δόξαν ἀειράμενος.
[ἐν δὲ κρίσει φθιμένων νιν, ἐ]πιγνοὺς ἄνδρα δίκαιον
[πέμψε πρόφρων Πλούτων χ]ῶρον ἐς εὐσεβέων.
b.9 [προφρονέως Γῆρυν Πλο]ύτων καὶ Φερσεφόνεια
10 [ἥκοντ’ εἰσκάλεσαν χρ]ύ̣σεον εἰς πρόπυλον·
[ἤσκησεν δὲ τέχνην] Ἀσκληπιοῦ ἣν ἐφύλαξεν
[πᾶσι παρ’ Ἕλλησι]ν δόξαν ἀειράμενος,
[πέντ’ ἐπὶ πεντήκοντα ἐ]τῶν· καθαρὰν δὲ φυλάξας
[σωφροσύνης ἀρετὴν τό]νδε λέλονχε τάφον·
15 [τῷ πολυτίμητον τἀνδρὸ]ς γένος ἐν πολιήταις
[ἰητρῶν δ’ αὐτὸς π]ρῶτος ἀναγράφεται.
Search Help
Contact Us