[ ]
Achaia Phthiotis — Thaumakoi (Domokos) — 160/159 BC? [Kram. 58, B9]
1 | [στραταγέοντος] Ἀλεξίππου μηνὸς Ἰτωνίου δευ- |
[τέραι ἐν κυρί]αι ἐκκλησίαι ἀρχόντων Στύφωνος | |
[— — — — — — Εὐ]θυδάμου τοῦ Μαράντα, Κάμωνος | |
[τοῦ — — — — —]ου, ταμιεύοντος Ἡρακλείτου τοῦ Λάμ- | |
5 | [πωνος(?) ἐπειδὴ Ἀλέξ]ιππος καὶ Ἱππόλοχος οἱ Ἱππολόχου Λαρι- |
[σαῖοι φίλ]οι ὑπάρχοντι τᾶι πόλει τᾶι Θαυμακῶν καὶ | |
[ἀπὸ τᾶς πρώ]τας ἁλικίας εὔχρηστοι καὶ κατὰ κοινὸν καὶ κατ’ | |
[ἰδίαν, ἔδ]οξε τᾶι πόλει ἐπαινέσαι αὐτοὺς καὶ δεδό- | |
[σθαι αὐτ]οῖς τε καὶ ἐκγόνοις προξενίαν, ἰσοπολιτεί- | |
10 | [αν, ἐπινο]μίαν, ἀσυλίαν, ἀσφάλειαν, ἔγκτησιν, ἀτέλειαν |
[ἁπάντων] καὶ πολέμου καὶ εἰράνας ἐν τὸν ἅπαντα χρό- | |
[νον καὶ ὅ]σα τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις | |
[δίδοται] πάντα. ἔγγυος τᾶς προξενίας | |
[— — — — —] Νικοβούλου. {²Maeandri ornamentum}² |