[ ] Achaia Phthiotis — Thaumakoi (Domokos) — early 3rd c. BC — cf. SEG 3.471 — AD 25 B1 (1970) 243,c
1        ἀγαθᾶι τύχαι· πόλις Θαυμακῶν
       ἔδωκε Ἀγέστωι(?) Ἀγρολέωνος
       Καλλιεῖ προξενίαν, ἐπινομί-
       αν, ἀσυλίαν, ἀσφάλειαν, ἔνκτη-
5        σιν, ἀτέλειαν πάντων καὶ πολέ-
       μου καὶ εἰράνας ἐν τὸν ἅπαντα
       χρόνον καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ
       ὅσα τοῖς ἄλλοις προξένοις πάν-
       τα· ἀρχόντων Σφοδρία, Λεωνίδα,
10        Φανᾶ. ἔνγυος τᾶς προξενίας·
               Πολύμν{ι}αστος {²⁶Πολύμναστος}²⁶.
ἀγαθᾶι τύχαι· πόλις Θαυμακῶν ἔδωκε Πυρρίαι
Τιμαγόρου Ἡρακ̣λειώται ὄντι εὐ{ευ}εργέται {²⁶εὐεργέται}²⁶ αὐ-
[τ]ᾶς προξενίαν, ἰσοπολιτείαν, ἐπινομίαν, ἀ-
15 {α}συλίαν {²⁶ἀσυλίαν}²⁶, ἀσφάλειαν, ἔνκτησιν, ἀτέλειαν
πάντων καὶ πολέμου καὶ εἰράνας καὶ αὐτῶι καὶ
ἐκγόνοις ἐν τὸν ἅπαντα χρόνον καὶ ὅσα
τοῖς ἄλλοις προξένοις πάντα. ἀρχόντων
[— —]Γ̣[․]αβειράκου(?), Νικομάχου. ἔνγυος τᾶς
20    προξενίας Νεοπτόλεμος Εὐηθίδα.
Search Help
Contact Us