[ ] Achaia Phthiotis — Thaumakoi (Domokos) — ca. 145 BC — cf. Corrigenda p. XII
1 ἀγαθᾶι τύχαι. πόλις Θαυμακ<ῶ>ν ἔδ<ω>κε Μά-
κ<ω>νι Ὀμ̣φαλί<ω>νος Λαρισαίωι ὄντι εὐεργέτ-
ᾳ αὐτᾶς προξενίαν καὶ πολιτείαν, ἐπινομί-
αν, ἀσυλίαν, ἀσφάλειαν, ἔνκτησιν, ἀτέλ-
5 ειαν πάντων καὶ πολέμου καὶ εἰράνας ἐ<ν>
τὸν ἅπαντα χρόνον καὶ αὐτ<ῶ>ι καὶ ἐκγόνοις
καὶ ὅσα τοῖς ἄλλοις προξένοις καὶ εὐεργ-
έταις δίδ<οτ>α<ι> πάντα· ἀρχόντων {ν} Ἐπιμένε-
ος, Ἁλι<ώ>τα, Νικομάχου. ἔνγυος τᾶς προξε-
10 νίας Φιλήμ<ω>ν Ἀντι<γ>όνου.
Search Help
Contact Us