[ ]
Thess. (Achaia Phthiotis) — Thebes — 47/46 BC? [Kram. 112,G3] — cf. Corrigenda p. IX
| 1 | σ̣τραταγέοντος Πτολεμαίου τοῦ Θεμ̣[ι]- |
| στογένεος Γυρτωνίου, ταμιεύοντος τὰν | |
| πρώταν ἑξάμηνον Εὐαινέτου τοῦ Ἡρακλε- | |
| οδώρου ἀναγραφὰ τῶν δεδωκότων τᾶι | |
| 5 | πόλει ἀπελευθέρων τὸ γινόμενον τᾶι πό- |
| λει. Ἁδρομίου· παρὰ Εἰράνας τᾶς Διοφάντου | |
| [τᾶ]ς ἀπελευθερωθείσας ἀπὸ Κύλλου τοῦ | |
| Ἀριστονίκου τὸ ἐκ τοῦ νόμου στατῆρες δε- | |
| καπέντε. Εὐωνίου· παρὰ Μεγίστας Ἀν- | |
| 10 | τιγένεος τᾶς ἀπελευθερωθείσας ἀ- |
| πὸ Σωσιστράτου καὶ Πυθ<ο>κλέος τῶν | |
| Ἀντιγένεος τὸ ἐκ τοῦ νόμου στατῆρες | |
| δεκαπέντε. Πυθοίου· παρὰ Βακχίου τοῦ | |
| Στράτωνος τοῦ ἀπελευθερωθέντος ἀπὸ | |
| 15 | Στράτωνος τοῦ Εὐαμέρου τὸ ἐκ τοῦ νόμου |
| στατῆρες δεκαπέντε. παρὰ Στρατονίκου | |
| τοῦ Ξέν{εν}ωνος {²⁶Ξένωνος}²⁶ τοῦ ἀπελευθερωθέντος | |
| ἀπὸ Νικομένεος τοῦ Ἐφαρμόστου τὸ ἐ- | |
| κ τοῦ νόμου στατῆρες δεκαπέντε. παρὰ | |
| 20 | Φίλωνος τοῦ Ἀσσαίου τοῦ ἀπελευθερω- |
| θέντος ἀπὸ Τιμασιθέου καὶ Εὐαινέτο[υ] | |
| τῶν Ἡρακλεοδώρου καὶ τῶν υἱῶν αὐτῶν | |
| τὸ ἐκ τοῦ νόμου στατῆρες δεκαπέντε. | |
| [π]α̣ρὰ Μηνοφίλας τᾶς Δάμωνος τᾶς ἀπ- | |
| 25 | [ελ]ευθερωθείσας ἀπὸ Τιμασιθέου καὶ |
| [Εὐαινέ]τ̣ου τῶν Ἡρακλεοδώρου καὶ τῶν υ[ἱ]- | |
| ῶν αὐτῶ[ν τὸ ἐκ τοῦ ν]όμου στατῆρες δε- | |
| καπέντε. Ἁγ̣ν̣[αί]ου· παρὰ Εὐφράντας | |
| τᾶς Ἀλεξάνορος [τᾶς] ἀπελευθερωθεί- | |
| 30 | σας ἀπὸ Νικοβο<ύ>λου τοῦ Ἀλεξάνορος τὸ ἐ- |
| κ τοῦ νόμου στατῆρες δεκα[π]έ̣ν[τε]. π̣<α>ρὰ | |
| Μεγίστας τᾶς Ἀπολλοφάνεος τ[ᾶς ἀπε]- | |
| λευθερωθείσας ἀπὸ Δεινία τοῦ ․[— — —] | |
| καὶ τῶν υἱῶν Ἱέρωνος καὶ Καλλικλέα [τὸ ἐ]- | |
| 35 | κ τοῦ νόμου στατῆρες δεκαπέντε. παρὰ Βο[υ]- |
| τόρμας τᾶς ἀπελευθερωθείσας ἀπὸ Ἐρ[α]- | |
| τοσθένεος τοῦ Βίωνος τὸ ἐκ τοῦ <ν>όμου στα- | |
| τῆρες δεκαπέντε. παρὰ Λυκίσκου τοῦ Ἀστο- | |
| κλέα τοῦ ἀπελευθερωθέντος ἀπὸ Παρμενί- | |
| 40 | χας τᾶς Δαμοθοίνου καὶ Νικοκράτεος τοῦ Ἀ- |
| στοκλέα τὸ ἐκ τοῦ νόμου στατῆρες δεκαπέν- | |
| τε. μηνὸς Μεγαλαρτίου· | |
| ταμιεύοντος τὰν δευτέραν ἑξάμηνον | |
| Νικοκράτεος τοῦ Τιμασιθέου οἱ ἀπελευθερωθέν- | |
| 45 | τες. Ἔφορος Ἀριστοκράτεος ἀπὸ Ἀγοραίου τοῦ Ζωΐλου |
| ἔδωκε τὸ ἐκ τοῦ νόμου στατῆρας δεκαπέντε. παρὰ | |
| Δικαινέτας τᾶς Ἀλεξάνδρου τᾶς ἀπελευθερωθείσας | |
| ἀπὸ Λυσιπόνου τοῦ Εὐβιότου τὸ ἐκ τοῦ νόμου στατῆρες δε- | |
| καπέντε. μηνὸς Θεμιστίου τριακάδι· | |
| 50 | Σωτηρὶς Μητροδώρου ἀπελε[υθε]ρωθεῖ- |
| σα ἀπὸ Εὐκλείδα τοῦ Παρμεν[ί]σ[κο]υ ἔδω- | |
| κε τᾷ πόλει τὸ ἐκ τοῦ νόμου στατῆρας δε- | |
| καπέντε. μηνὸς Ὁμολωΐου τριακάδι· Σωσὼ | |
| Στρατονίκου ἀπελευθερωθεῖσα ἀπὸ Εὐμήλου | |
| 55 | τοῦ Σωσία ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ νόμου |
| στατῆρας δεκαπέντε. Ὁμολωΐου ιαʹ· παρὰ Εὐ- | |
| [φ]ροσύνας καὶ Ἀριστοῦς τᾶν ἀπελευθερω- | |
| θεισᾶν ἀπὸ Νουμηνίου τοῦ Πρωτέα τὸ ἐκ τοῦ | |
| νόμου παρ’ ἑκάστας στατῆρες δεκαπέντε. | |
| 60 | [σ]τραταγέοντος Ἰταλοῦ τοῦ Φιλίσκου Γυρτωνίου |
| [τ]αμιεύοντος δὲ ὅλον τὸν ἐνιαυ[τ]ὸν Σωσιστράτου | |
| τοῦ Ἀντιγένεος οἱ ἀπελευθερω[θ]έντες κατὰ τὸν | |
| νόμον· μηνὸς Ἁδρομίου· | |
| [Δ]όξα ἀπελευθερωθεῖσα ὑπὸ Μέλωνος τοῦ Γε- | |
| 65 | [ρ(?)]ύλου ἔδωκε τᾶι πόλει τὸ <ἐ>κ τοῦ νόμου στατῆ- |
| [ρ]ας δεκαπέντε. Ἰσιὰς Μνασιαρέτου ἀπελευ- | |
| [θ]ερωθεῖσα ὑπὸ Μνασιαρέτου τοῦ Ἀγροίτα καὶ | |
| [Κα]λλιβούλας τᾶς Εὐρυδάμου καὶ Νικοβού- | |
| [λ]ας τᾶς Μνασ<ι>αρέτου ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ | |
| 70 | [νό]μου στατῆρας δεκαπέντε. |
| μηνὸς Ἁγναίου· Ζήνων Διονυσίου ὁ ἀπελευθερωθε- | |
| [ὶ]ς ὑπὸ Μητροδώρου τοῦ Δωροθέου ἔδωκε{ε}ν {²⁶ἔδωκεν}²⁶ τᾶι πό- | |
| λει τὸ γεινόμενον στατῆρας δεκαπέντε. | |
| μηνὸς Γενετίου ἐμβολίμου δευτέραι· Μάης Ἁρμοδίου | |
| 75 | [ὁ ἀ]πελευθερωθεὶς ὑπὸ Ἁρμοδίου τοῦ Φιλώτα ἔδωκε τᾶι |
| [π]όλει τὸ ἐκ τοῦ νόμου στατῆρας δεκαπέντε. |