[ ] Achaia Phthiotis — Halos — 183-182 BC
1 στραταγέοντος τῶν Θεσσαλῶν Θεο[δώρου τοῦ Ἀ]-
εξάνδρου], ἀγαθᾶι τύχαι· ἁ πόλις ἁ Ἁλέω[ν]
[καὶ ἁ] βουλά, μηνὸς Ὁμολωΐου τριακ[άδι]·
Μένιππον Διοφάντου Λαρισαῖον πρόξ[ενον]
5 εἶμεν τᾶς πόλιος καὶ εὐεργέταν ἐν τὸν [ἅπαν]-
τα χρόνον, δίδοσθαι δ’ αὐτῶι καὶ ἐκγόνοις π[ο]-
λιτείαν, ἀσυλίαν, [ἰσ]οτέλειαν, ἐπινομίαν,
ἔγκτησιν γᾶς [καὶ οἰ]κίας, ἀσφάλειαν καὶ κα-
τὰ γᾶγ καὶ κατὰ [θά]λασσαν καὶ πολέμου κ-
10 αὶ εἰράνας καὶ χρή[μ]ασι καὶ ὅσα τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις δίδοται πάντα.
ἀρχόντων Νί[κω]νος, Θεομνάστου, Ἀφθονή-
του, ἱππαρχέοντος Μενεκράτεος, ἔγγυος τ[ᾶς]
προξενίας Διονυσόδωρος Σωτηρίχου.
Search Help
Contact Us