[ ]
Thess. (Achaia Phthiotis) — Halos — 183-182 BC
| 1 | στραταγέοντος τῶν Θεσσαλῶν Θεο[δώρου τοῦ Ἀ]- |
| [λεξάνδρου], ἀγαθᾶι τύχαι· ἁ πόλις ἁ Ἁλέω[ν] | |
| [καὶ ἁ] βουλά, μηνὸς Ὁμολωΐου τριακ[άδι]· | |
| Μένιππον Διοφάντου Λαρισαῖον πρόξ[ενον] | |
| 5 | εἶμεν τᾶς πόλιος καὶ εὐεργέταν ἐν τὸν [ἅπαν]- |
| τα χρόνον, δίδοσθαι δ’ αὐτῶι καὶ ἐκγόνοις π[ο]- | |
| λιτείαν, ἀσυλίαν, [ἰσ]οτέλειαν, ἐπινομίαν, | |
| ἔγκτησιν γᾶς [καὶ οἰ]κίας, ἀσφάλειαν καὶ κα- | |
| τὰ γᾶγ καὶ κατὰ [θά]λασσαν καὶ πολέμου κ- | |
| 10 | αὶ εἰράνας καὶ χρή[μ]ασι καὶ ὅσα τοῖς ἄλλοις |
| προξένοις καὶ εὐεργέταις δίδοται πάντα. | |
| ἀρχόντων Νί[κω]νος, Θεομνάστου, Ἀφθονή- | |
| του, ἱππαρχέοντος Μενεκράτεος, ἔγγυος τ[ᾶς] | |
| προξενίας Διονυσόδωρος Σωτηρίχου. |