[ ]
Achaia Phthiotis — Halos — 183-182 BC
1 | στραταγέοντος τῶν Θεσσαλῶν Θεο[δώρου τοῦ Ἀ]- |
[λεξάνδρου], ἀγαθᾶι τύχαι· ἁ πόλις ἁ Ἁλέω[ν] | |
[καὶ ἁ] βουλά, μηνὸς Ὁμολωΐου τριακ[άδι]· | |
Μένιππον Διοφάντου Λαρισαῖον πρόξ[ενον] | |
5 | εἶμεν τᾶς πόλιος καὶ εὐεργέταν ἐν τὸν [ἅπαν]- |
τα χρόνον, δίδοσθαι δ’ αὐτῶι καὶ ἐκγόνοις π[ο]- | |
λιτείαν, ἀσυλίαν, [ἰσ]οτέλειαν, ἐπινομίαν, | |
ἔγκτησιν γᾶς [καὶ οἰ]κίας, ἀσφάλειαν καὶ κα- | |
τὰ γᾶγ καὶ κατὰ [θά]λασσαν καὶ πολέμου κ- | |
10 | αὶ εἰράνας καὶ χρή[μ]ασι καὶ ὅσα τοῖς ἄλλοις |
προξένοις καὶ εὐεργέταις δίδοται πάντα. | |
ἀρχόντων Νί[κω]νος, Θεομνάστου, Ἀφθονή- | |
του, ἱππαρχέοντος Μενεκράτεος, ἔγγυος τ[ᾶς] | |
προξενίας Διονυσόδωρος Σωτηρίχου. |