[ ] Achaia Phthiotis — Tsournati Vrysi — undated
1 ἐν τούτῳ τῷ τάφῳ οὐκ ἔξεστιν οὐδένα
ταφῆναι ἕτερον· εἰ δέ τις τολμήσει
ἀνοῖξαι τόδε τὸ μνῆμα, ἀσεβήση τὰ
περὶ τοὺς θεούς τε κ(αὶ) θεὰς πάσας κ(αὶ)
5 ἥρωας πάντας, ἕξει δὲ κ(αὶ) ὀργὴν με-
γάλην τοῦ μεγάλου Διός.
Search Help
Contact Us