[ ] Malis — Narthakion — ca. 140 BC — cf. Corrigenda p. IX, 89
See also:
face a.1 [στρατ]α̣γέοντος τῶν Θεσσαλῶν Λέοντος̣
[τοῦ Ἁγ]ησίππου Λαρισαίου, ἐν δὲ Ναρθακίω[ι]
[ἀρχόν]των Κρίτωνος τοῦ Ἀμεινία, Πολυκλέος
[τοῦ Φει]δίππου, Γλαυκέτα τοῦ Ἀγελάου, ἀν[ε]-
5 [γράφη τὸ] δόγμα τὸ γενόμενον ὑπὸ συγκλ[ή]-
[του ἐπὶ σ]τρατηγοῦ τῶν Θεσσαλῶν Θεσσα-
[λοῦ τοῦ] Θρασυμήδεος Φεραίου. vacat
[Γάϊος Ὁσ]τίλιος Αὔλου υἱὸς Μαγκῖνος στρα-
[τηγὸς τ]ῆι συγκλήτωι συνεβουλεύσατο πρὸ
10 [— — Νω]νῶν Κοϊντιλίων· ἐγ Κομετίωι γραφο-
[μένωι π]αρῆσαν Κόϊντος <Σ>τατιλιηνὸς Κοΐντου
[υἱὸς Κορ]νηλία, Γναῖος Λοτάτιος Γναίου υἱὸ[ς]
[Ἀνιήν]ση {²⁷[Ἀρνήν]ση?}²⁷, Αὖλος Σεμπρώνιος Αὔλου υἱὸς Φα-
[λέρνα]. v περὶ ὧν Θεσσαλοὶ Μελιταιεῖς Ἁρμο-
15 [— — — —]σάνδρου, Λαμπρόμαχος Πολίτα
[πρεσβευ]ταὶ λόγους ἐποιήσαντο, ἄνδρες κα-
[λοὶ κἀγ]α̣θοὶ καὶ φίλοι παρὰ δήμου καλοῦ
[κἀγαθο]ῦ καὶ φίλου συμμάχου, χάριτα
[φιλίαν σ]υμμαχίαν τε ἀνενεώσαντο, πε-
20 [ρὶ χώρας] δημοσίας καὶ περὶ χωρίου ἐρήμου
[— — —ο]υ, μεθ’ ἧς χώρας εἰς τὴμ φιλίαν τοῦ
[δήμου τ]οῦ Ῥωμαί〚ων〛ων {²⁶Ῥωμαίων}²⁶ παρεγένοντο, ἣγ χώ-
[ραν Ναρθα]κιεῖς μετὰ ταῦτα ἑαυτῶν ἀδίκως
[ἐποιήσαντ]ο· περὶ τούτου τοῦ πράγματος ὅπως
25 [τὴν διάνοι]αν πρόσ<σ>χωσιν, ὅπως τοῦτο τὸ πρᾶ-
[γμα ἀκέρ]<α>ι̣ον? αὐτοῖς ἀποκατασταθῇ οὕτω
[καθὼς πρότερο]ν ἐπὶ Μηδείωι καὶ ἐπὶ Θεσσαλῶν
[— — — — — —]ων καὶ ἐπὶ τῶν περὶ Πύλλον Μακε-
[δόνων κεκ]ρ̣ι̣μένον αὐτοῖς ἦν, ταῦτά τε τὰ κρ̣[ί]-
30 [ματα κύρια ὅπ]ω̣ς ᾖ· περὶ τούτου τοῦ πράγμα-
[τος συνευδόκ]ησεν ἡμῖν καὶ Ναρθακιεῦσι{Ι}ν {²⁶Ναρθακιεῦσιν}²⁶
[ὅπως τὸν ἀγῶν]α τὸν παρόντα κρίνῃ ἐμ Μ[ελι]-
[τείαι? — — — —]ν ταύτηι τῆι χώραι [— — — —]
[ἀμφοτέρων] τῶν δήμων ε[— — — — — — — —]
35 [— — — — —] ἐστιν ὧι <φ>α[— — — — — — —]
face b.1 [— — — — —]ΙΗ̣Ι̣Ι̣Ι̣Ν̣Η̣Ι̣[․]Ι̣Ι [καὶ περὶ ὧν Θεσσαλοὶ Ναρ]-
[θακιεῖς Ν]ικάτας Τα[— — — — — — — — — — — — —]
[— — — πρεσβε]υταὶ λόγο[υς]π[οιήσαντο κατὰ πρό]-
[σωπον ἐν τῆι] συγκλήτ[ωι ἄνδρες — — — — — — κα]-
5 [λοὶ κἀγ]α̣θοὶ καὶ φίλοι παρὰ δήμου κ̣α̣[λοῦ κἀ]-
[γαθοῦ κα]ὶ φίλ[ου συμμάχου τε ἡμετέρου, χά]-
[ριτα φι]λίαν συ[μ]μα̣[χίαν τε ἀνενεώσαντο καὶ περὶ]
[τῶν πραγ]μάτω[ν τῶν καθ’ αὑτοὺς(?) — — — — διελέ]-
[γ]ησαν περὶ χώρας [καὶ] ἱ̣[ε]ρ̣[ῶν — — — — —]ΣΤ․[—]
10 ἀφ[ηι]ρῆ[σθαί] τ[ε τοὺς Μελιτ]α[ι]έας? ἀρχῆς Ναρ-
θακιέ[ω]ν ἐν [τ][ι — —]τα[— —] μετὰ τα[ύτης]
τ[ῆ]ς χώρας εἰς τὴν [φ]ιλία̣ν τ[οῦ δή]μου [τοῦ Ῥω]-
μ̣αίων Ναρθακιεῖς παραγ[εγονέν]αι, κ̣[α]<ὶ> περὶ
τῆς χώρας καὶ τῶν ἱερῶν κριτηρίοις [νεν]ικηκ[έ]-
15 ναι κατὰ νόμους τοὺς Θεσσαλῶν, οἷς ν̣[ό]-
μοις ἕ̣ως τα̣[ν]ῦν χρῶνται, ο[ὓ]ς νόμους Τίτος
Κοΐγκτιος ὕπατος ἀπὸ τῆς τῶν δέκα πρεσ-
βευτῶν γνώμης ἔδωκεν καὶ κατὰ δόγμα
συγκλήτου, περί τε τούτων τῶν πρ̣αγμά-
20 [τω]ν ἔτει ἀνώτερον τρίτῳ ἐπὶ τριῶν δικασ-
[τη]ρίων νενικηκέναι, ἐπὶ Σαμίων, Κολοφ̣ων[ί]-
[ων], Μαγνήτων, κεκ[ρι]μένα εἶναι κατὰ νόμου[ς],
ὅπως ταῦτα κύρια ᾖ οὕτω καθὼς καὶ ἄλλοις
γεγονός ἐστιν· περὶ τούτου τοῦ πράγματος
25 οὕτως ἔδοξεν· χάριτα φιλίαν συμμαχίαν
[ἀ]νανεώσασθαι τούτοις τε φιλανθρώπως ἀ-
ποκριθῆναι· ἄνδρας καλοὺς κἀγαθοὺς προσ-
αγορεῦσαι· ὅσα κεκριμένα ἐστὶν κατὰ νόμους,
οὓς Τίτος Κοΐγκτιος ὕπατος ἔδωκεν, ταῦτα κα-
30 θὼς κεκριμένα ἐστίν, οὕτω δοκεῖ κύρια εἶναι δεῖν,
τοῦτό τε μὴ εὐχερὲς εἶναι ὅσα κατὰ νόμους κε-
κριμένα ἐστὶν ἄκυρα ποιεῖν· ξένιά τε ἑκατέροις Γάϊ-
ος Ὁστίλιος στρατηγὸς τὸν ταμίαν δοῦναι κε-
[λ]εύσῃ ἀπὸ σηστερτίων νόμων ἑκατὸν εἴκοσι
35 [πέ]ν̣τε εἰς ἑκάστην πρεσβείαν οὕτω καθὼς ἂν
[αὐτῶι ἐ]κ̣ τῶν δημοσίων πραγμάτων πίστε-
[ώς τε τῆς] ἰδίας φαίνηται· ἔδοξ̣εν.
Search Help
Contact Us