1 | τῶν Αἰτωλῶν· |
στραταγέοντος Ἁγήτα Καλλ{λ}ιπολίτα {²⁶Καλλιπολίτα}²⁶· ἀγαθᾶι τύχαι· ἔδοξε [τᾶι πόλει] | |
τῶν Λαμιέων· v ἐπειδὴ Ἀριστο[δ]άμα Ἀμύντα Ζμυρναία ἀπ’ Ἰω[νίας] | |
ποιήτρια ἐπ[έ]ω[μ] πα[ρα]γ[ε]νομ[έ]να ἐν τὰμ πόλιν πλείονας ἐ[πιδείξεις] | |
5 | ἐποιή[σ]ατο τῶν ἰδίωμ ποιημάτων, v ἐν οἷς περί τε τοῦ ἔθνεο[ς] |
τῶν Αἰτωλῶ[μ καὶ τ]ῶμ προγόνω[ν] τοῦ δάμου ἀξίως ἐπεμνάσθη, με[τὰ] | |
πάσας προθυμ[ίας] τὰν ἀπόδεξιμ ποιουμένα, v ε[ἶ]μ[ε]ν αὐτὰμ πρό[ξενον] | |
τᾶς πόλιος καὶ εὐεργέτιν, δεδόσθαι δ’ αὐτᾶ[ι κ]αὶ πολιτείαν καὶ γᾶς κα[ὶ οἰκίας] | |
ἔγκτησιν καὶ ἐπ[ι]νομίαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν κατὰ γᾶν καὶ κατὰ θ[άλασσαν] | |
10 | πολέμου καὶ εἰρά[νας καὶ] α[ὐ]τᾶι καὶ ἐκγόνοις αὐτᾶς καὶ χρ[ή]μασιν ἐν τὸν ἅπ[αντα] |
χρόνον καὶ ὅσα τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις δίδοται πάντα· v ὑ[παρ]- | |
χέτω δὲ καὶ Ο․․․․νει τῶι ἀδελφεῶι αὐτᾶς καὶ ἐκγόνοις αὐτοῦ προξενί[α] | |
πολιτεία [ἀσυλί(?)]α. ἀρχόντων [Πύ(?)]θωνος, Νέωνος, Ἀντιγένεος, στρα[ταγέ]- | |
οντος Ἐπι[γένε(?)]ος, ἱππα[αρχέο]ντος Κύλου· ἔγγυος τᾶς προξε[νίας] | |
15 | Πύ[θω]ν(?) [Ἀθ]ανα̣ίου(?) |
IG IX,2
62