[ ] Malis — Lamia — 216-212 BC — cf. Corrigenda p. IX
1 στραταγέοντος τῶν Αἰτωλῶν Ι[— — —]
Ἀρσινοέος ἀγαθᾶι τύχαι· ἁ πόλ[ις τῶν]
Λαμιέων καὶ ἁ βουλὰ μηνὸς Χρυτταί[ου τᾶι]
πεντεκαιδεκάται· Νικόμαχον Δι{ι}οκλέο[ς?] {²⁶Διοκλέος}²⁶
5 Ματροπολίταν Ἀκαρνᾶνα πρόξενον εἶμεν
τᾶς πόλιος τὸν ἅπαντα χρόνον· αὐτῶι καὶ
ἐκγόνοις πολιτείαν, ἀσυλίαν, ἰσοτέλειαν, ἐπινο-
μίαν, ἔνκτησιν γᾶς καὶ οἰκίας, ἀσφάλειαν καὶ κατ-
ὰ γᾶν καὶ κατὰ θάλασσαν καὶ πολέμου καὶ
10 εἰράνα[ς] καὶ ὅσα τοῖς ἄλλοις προξένοις καὶ
εὐεργέταις δίδοται πάντα. ἀρχόντων
Νικασίππου, Ἀγασίππου, Λυσικράτεος, ἱπ-
παρχέοντος Βερβίνα, στραταγέοντος Θεο-
δώρου· ἔνγυοι τᾶς προξενίας Δρώπακος
15 Νεοπτολέμου, Σώτιμος Φιλόκκα.
Search Help
Contact Us