[ ]
Malis — Lamia — 216-212 BC — cf. Corrigenda p. IX
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Ι[— — —] |
| Ἀρσινοέος ἀγαθᾶι τύχαι· ἁ πόλ[ις τῶν] | |
| Λαμιέων καὶ ἁ βουλὰ μηνὸς Χρυτταί[ου τᾶι] | |
| πεντεκαιδεκάται· Νικόμαχον Δι{ι}οκλέο[ς?] {²⁶Διοκλέος}²⁶ | |
| 5 | Ματροπολίταν Ἀκαρνᾶνα πρόξενον εἶμεν |
| τᾶς πόλιος τὸν ἅπαντα χρόνον· αὐτῶι καὶ | |
| ἐκγόνοις πολιτείαν, ἀσυλίαν, ἰσοτέλειαν, ἐπινο- | |
| μίαν, ἔνκτησιν γᾶς καὶ οἰκίας, ἀσφάλειαν καὶ κατ- | |
| ὰ γᾶν καὶ κατὰ θάλασσαν καὶ πολέμου καὶ | |
| 10 | εἰράνα[ς] καὶ ὅσα τοῖς ἄλλοις προξένοις καὶ |
| εὐεργέταις δίδοται πάντα. ἀρχόντων | |
| Νικασίππου, Ἀγασίππου, Λυσικράτεος, ἱπ- | |
| παρχέοντος Βερβίνα, στραταγέοντος Θεο- | |
| δώρου· ἔνγυοι τᾶς προξενίας Δρώπακος | |
| 15 | Νεοπτολέμου, Σώτιμος Φιλόκκα. |