[ ] Boiotia — Akraiphia: Ptoion — after 87 BC
See also:
1 [— — — — — — — — — — —]ΥΙ[—]Ι[—]σεύς,
συνέθυσαν δὲ καὶ οἱ ἐξαποσταλέντες ὑπὸ
τῶν πόλεων· Θηβαίων Ἱεροκλῆς Ἱσμ[η]-
νοκλέους, Χιόννης Διογειτώνδου, Ἀγαθ̣[ο]-
5 κλῆς Ζωπύρου, Φιλλέας Μεγακλέους·
              Ταναγραίων Πυθοκλῆς Ὀλυμπιο-
δώρου, Εὐμηθίδης Νηρικῶντος, Δωρόθε-
ος Ὀλυμπιοδώρου·
               Λεβαδέων Μνάσων Πινυτοῦ,
10 Ἀντιγένης Μελησίου·
               Θεσπιέων Φιλόνικος Ὀλυμπιο-
δώρου, Ἱσμηνίας καὶ Φαράδας Θηβαγένου[ς]·
               Ὀρχομενίων Ἀριστίων Πυθίλλους,
Προππί[δα]ς Μελαμβίου, Ξένων Βουκάττ<ο>[υ]·
15                 Κωπαέων Ἱερόμναστος Ἑρμα[ΐου],
Σώτηρος Θεοδώρου.
ἐπεσκεύασα δὲ καὶ τὸ προσκήνιον [καὶ εἰς]
τὴν τῶν ἀγαλμάτων ἐπαγάνωσιν καὶ θ̣[ε]-
ραπείαν ἔδωκα τῇ κατασταθείσῃ ἀρχῇ
20 δραχμὰς διακοσίας ἐνενήκοντα τέττ[α]-
ρας, καὶ τῇ κατασταθείσῃ ἀρχῇ ἐπὶ
τὴν τῶν κλινῶν κατασκ[ε]υὴν δραχμὰς
ὀγδοήκοντα ἐννέα, τ[ὸ] δὲ κατάλοιπον
παρέδωκα τῶι ἐνιστήσοντι ἀγωνοθέτῃ
25 δραχμὰς χιλίας πέντε ὀβολοὺς δύο.
Search Help