1 | [— — — — — — — — — — —]ΥΙ[—]Ι[—]σεύς, |
συνέθυσαν δὲ καὶ οἱ ἐξαποσταλέντες ὑπὸ | |
τῶν πόλεων· Θηβαίων Ἱεροκλῆς Ἱσμ[η]- | |
νοκλέους, Χιόννης Διογειτώνδου, Ἀγαθ̣[ο]- | |
5 | κλῆς Ζωπύρου, Φιλλέας Μεγακλέους· |
Ταναγραίων Πυθοκλῆς Ὀλυμπιο- | |
δώρου, Εὐμηθίδης Νηρικῶντος, Δωρόθε- | |
ος Ὀλυμπιοδώρου· | |
Λεβαδέων Μνάσων Πινυτοῦ, | |
10 | Ἀντιγένης Μελησίου· |
Θεσπιέων Φιλόνικος Ὀλυμπιο- | |
δώρου, Ἱσμηνίας καὶ Φαράδας Θηβαγένου[ς]· | |
Ὀρχομενίων Ἀριστίων Πυθίλλους, | |
Προππί[δα]ς Μελαμβίου, Ξένων Βουκάττ<ο>[υ]· | |
15 | Κωπαέων Ἱερόμναστος Ἑρμα[ΐου], |
Σώτηρος Θεοδώρου. | |
ἐπεσκεύασα δὲ καὶ τὸ προσκήνιον [καὶ εἰς] | |
τὴν τῶν ἀγαλμάτων ἐπαγάνωσιν καὶ θ̣[ε]- | |
ραπείαν ἔδωκα τῇ κατασταθείσῃ ἀρχῇ | |
20 | δραχμὰς διακοσίας ἐνενήκοντα τέττ[α]- |
ρας, καὶ τῇ κατασταθείσῃ ἀρχῇ ἐπὶ | |
τὴν τῶν κλινῶν κατασκ[ε]υὴν δραχμὰς | |
ὀγδοήκοντα ἐννέα, τ[ὸ] δὲ κατάλοιπον | |
παρέδωκα τῶι ἐνιστήσοντι ἀγωνοθέτῃ | |
25 | δραχμὰς χιλίας πέντε ὀβολοὺς δύο. |
IG VII
4149