1 | ἀγαθῇ [τ]ύχῃ. |
ἔδοξε τοῖς τε ἄρ[χου]σι καὶ τοῖς συνέδροις· ἐπειδὴ Αἰσχριώνδας Πραξίλλους ἀνὴρ ἀγα̣[θ]ὸς | |
[ὑ]πάρχων τῆι τῶν προγόνων ἀρετῆι καὶ μεγαλοψυχίᾳ κατηκολούθηκεν, ἐπιδεξάμε- | |
νος μὲν προθύμως τὴν τῶν πεντα[ε]τήρων Πτωΐων ἀγωνοθεσίαν, ἐκτενῶς δὲ καὶ λαμ- | |
5 | πρῶς καὶ τοῖς θεοῖς τὰς θυσίας καὶ τοῖς πολίταις τὰς εὐωχίας παρέσχηται, δίκαιον δέ |
ἐστιν τυνχάνειν αὐτὸν ἐπὶ τούτοις εὐχαριστίας τῆς προσηκούσης, δεδογμένον | |
εἶναι τοῖς τε ἄρχουσι καὶ τοῖς συνέδροις, τὰς μὲν ὁλοσχερῶς τιμὰς ψηφίσασθαι | |
αὐτῶι τελεσθέντος τοῦ ἀγῶνος ἐν τῷ καθήκοντι καιρῶι, ἐπὶ δὲ τοῦ παρόντος στεφα- | |
νῶσαι αὐτὸν ἐν τῷ θεάτρῳ ἐν τῇ λεγομένηι τοῦ ἀγωνοθέτου ἡμέραι χρυσῶι στεφάνωι | |
10 | ἀπὸ διναρίων ἑκατόν, καὶ ἀναγορεῦσαι τὴν ὑπογ[ε]γραμμένην ἀνά[ρρ]ησιν· "ἡ πόλις |
Ἀκραιφιέων στεφανοῖ Αἰσχριώνδαν Πραξίλλους τὸν ἀγωνοθέτην ἀρετῆς ἕνεκεν | |
καὶ καλοκἀγαθίας τῆς εἰς [αὑ]τήν". τὸ δὲ εἰς τὸν στέφανον ἀνάλωμα ἐξοδιασάτω {Ι} ἀ- | |
πὸ [τ]ῆς ․ρεφήας ὁ ταμίας Σώστρατος Δημητρίου. | |
ἐπειδὴ Αἰσχριώνδας [Πρα]ξίλλους, ἀνὴρ ἀγαθός, τῆς προγονικῆς ἀρετῆς παρεσχημέ[νος] | |
15 | ἄξιον ἑαυτόν, μεγαλοψύχως καὶ ἐκτενῶς ἔν τε τῶι λοιπῶι βίωι τὰ πρὸς τὴν πόλιν [ἀνέ]- |
στραπται, τήν τε τῶν Πτωΐων ἀγωνοθεσίαν ἐπιδεξάμενος προθυμότατα λαμ[πρὰς] | |
καὶ μεγαλομερεῖς καὶ τὰς εἰς [τ]ο[ὺς θεο]ὺς τιμὰς καὶ τὰς εἰς τοὺς πολίτας παν[— —] | |
[— — — — — — — — — — — — — — — — — γε]ν̣ομένους εἰς τὴν πόλιν [— — — — — —]. |
IG VII
4148