[ ] Boiotia — Akraiphia: Ptoion — late 2nd/1st c. BC
1                                                  ἀγαθῇ           [τ]ύχῃ.
ἔδοξε τοῖς τε ἄρ[χου]σι καὶ τοῖς συνέδροις· ἐπειδὴ Αἰσχριώνδας Πραξίλλους ἀνὴρ ἀγα̣[θ]ὸς
[ὑ]πάρχων τῆι τῶν προγόνων ἀρετῆι καὶ μεγαλοψυχίᾳ κατηκολούθηκεν, ἐπιδεξάμε-
νος μὲν προθύμως τὴν τῶν πεντα[ε]τήρων Πτωΐων ἀγωνοθεσίαν, ἐκτενῶς δὲ καὶ λαμ-
5 πρῶς καὶ τοῖς θεοῖς τὰς θυσίας καὶ τοῖς πολίταις τὰς εὐωχίας παρέσχηται, δίκαιον δέ
ἐστιν τυνχάνειν αὐτὸν ἐπὶ τούτοις εὐχαριστίας τῆς προσηκούσης, δεδογμένον
εἶναι τοῖς τε ἄρχουσι καὶ τοῖς συνέδροις, τὰς μὲν ὁλοσχερῶς τιμὰς ψηφίσασθαι
αὐτῶι τελεσθέντος τοῦ ἀγῶνος ἐν τῷ καθήκοντι καιρῶι, ἐπὶ δὲ τοῦ παρόντος στεφα-
νῶσαι αὐτὸν ἐν τῷ θεάτρῳ ἐν τῇ λεγομένηι τοῦ ἀγωνοθέτου ἡμέραι χρυσῶι στεφάνωι
10 ἀπὸ διναρίων ἑκατόν, καὶ ἀναγορεῦσαι τὴν ὑπογ[ε]γραμμένην ἀνά[ρρ]ησιν· "ἡ πόλις
Ἀκραιφιέων στεφανοῖ Αἰσχριώνδαν Πραξίλλους τὸν ἀγωνοθέτην ἀρετῆς ἕνεκεν
καὶ καλοκἀγαθίας τῆς εἰς [αὑ]τήν". τὸ δὲ εἰς τὸν στέφανον ἀνάλωμα ἐξοδιασάτω {Ι} ἀ-
πὸ [τ]ῆς ․ρεφήας ὁ ταμίας Σώστρατος Δημητρίου.
ἐπειδὴ Αἰσχριώνδας [Πρα]ξίλλους, ἀνὴρ ἀγαθός, τῆς προγονικῆς ἀρετῆς παρεσχημέ[νος]
15 ἄξιον ἑαυτόν, μεγαλοψύχως καὶ ἐκτενῶς ἔν τε τῶι λοιπῶι βίωι τὰ πρὸς τὴν πόλιν [ἀνέ]-
στραπται, τήν τε τῶν Πτωΐων ἀγωνοθεσίαν ἐπιδεξάμενος προθυμότατα λαμ[πρὰς]
καὶ μεγαλομερεῖς καὶ τὰς εἰς [τ]ο[ὺς θεο]ὺς τιμὰς καὶ τὰς εἰς τοὺς πολίτας παν[— —]
[— — — — — — — — — — — — — — — — — γε]ν̣ομένους εἰς τὴν πόλιν [— — — — — —].
Search Help
Contact Us