[ ] Boiotia — Akraiphia: Ptoion — late 2nd/1st c. BC
1 Αἰσχριώνδου τοῦ Π̣ρα̣ξίλλους ἀγωνοθετοῦντος
τῶν πενταετήρων Πτωΐων, ἐπὶ ἱερέως τοῦ Ἀπόλλω-
νος Καφισίωνος τοῦ Καφισίωνος, προφητεύοντος
Νικομάχου τοῦ Θεομνήστου,
                     vacat
5                 οἵδε ἐνίκων·
               σαλπιστής
Θεογένης Θεογένους Ἐφέσιος
                    κῆρυξ
Πόπλιος Ἀτάνιος Ποπλίου Σικυώνιος
10                   ῥαψῳδός
Ἀγάθων Δαμᾶ Θεσπιεύς
                 ἐπῶν ποιητής
Χρύσιππος Ἀρίστωνος Ἀκραιφιεύς
                     αὐλητής
15 Γάϊος Ἰούλιος Γαΐου Θεσπιεύς
                 κιθαριστής
Σωσικλῆς Χαρικλέους Θεσπιεύς
                 κιθαρῳδός
Ἀπολλώνιος Σίλωνος Ἀθηναῖος.
Search Help
Contact Us