[ ] Boiotia — Akraiphia: Ptoion — 178-146 BC
[— — — — — — — — — — — — — — — —]
1 τοῦ Καλλικλέους ἀνανεωσαμένους τήν
τε φιλίαν καὶ συγγένειαν τὴν ὑπάρχου-
σαν ταῖς πόλεσιν πρὸς ἀλλήλας, παρακαλέ-
σοντάς τε καὶ πρεσβεύσοντας πρὸς ἡμᾶς
5 ὅπως ἀποδεξώμεθα καὶ συναύξωμεν κα-
θὼς καὶ πρότερον τήν τε θυσίαν καὶ ἐκεχει-
ρίαν καὶ ἀσφάλειαν καὶ τὸν ἀγῶνα τῶν Πτωΐων
ὃν τίθησιν ἡ πόλις αὐτῶν κατὰ πενταετηρί-
δα θυμελικὸν στεφανίτην τῶι Ἀπόλλωνι τῶι
10 Πτωΐωι. ἐπελθόντες δὲ καὶ αὐτοὶ ἐπὶ τό [τε] συνέ-
δριον καὶ τὸν δῆμον διελέγησαν ἀκολούθως
τοῖς ἐν τῶι γραπτῶι κατακεχωρισμένοις, σπου-
[δ]ῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες· ἐπεὶ οὖν
[κ]αθήκει Θισβεῦσιν συντηρεῖν τήν τε πρὸς τὴν
15 [π]όλιν τῶν Ἀκραιφιείων φιλίαν καὶ συγγένειαν
τήν τε πρὸς τὸ θεῖον εὐσέβειαν καὶ συνεπαύ-
ξειν τὴν θυσίαν καὶ τὸν ἀγῶνα τῶν Πτωΐων, δεδογμέ-
νον εἶναι τοῖς τε συνέδροις καὶ τῶι δήμωι Θισβέων
ἀποδέξασθαι τήν τε θυσίαν καὶ ἐκεχειρίαν καὶ
20 ἀσφάλειαν καὶ τὸν ἀγῶνα τῶν Πτωΐων ὃν τίθησιν
πόλις τῶν Ἀκραιφιέων κατὰ πενταετηρίδα, καὶ
συνθύειν καθὼς καὶ πρότερον· δοῦναι δὲ αὐτοῖς τὸν
ταμίαν τὴν νομιζομένην ἀπαρχήν, ἀργυρίου δραχμὰς
[δ]ύο τριόβολον· ἐπαινέσαι δὲ καὶ τοὺς πρεσβευτὰς
25 [κ]αὶ θεωροὺς ἐπί τε τῆι ἀναστροφῆι καὶ ἐνδημίαι ἣ[ν]
[ἐ]ποιήσαντο ἀξίως ἑκατέρων τε τῶν πόλεων καὶ ἑ-
[αυ]τῶν· καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια εἰς τὸ
πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν τῆς πόλεως.
ὁ δὲ ταμίας ἀναλισκέτω εἰς ταῦτα καὶ τὸ γενόμε-
30 νον ἀνάλωμα ἀπολογισάσθω πρὸς τὸν ἐπι-
μελητήν. ἑλέσθαι δὲ αὐτοῖς καὶ θεωροδόκον.
εἱρέθη Βροχᾶς Κάπωνος.
Search Help
Contact Us