[ ]
Boiotia — Akraiphia: Ptoion — 178-146 BC
[— — — — — — — — — — — — — — — —] | |
1 | τοῦ Καλλικλέους ἀνανεωσαμένους τήν |
τε φιλίαν καὶ συγγένειαν τὴν ὑπάρχου- | |
σαν ταῖς πόλεσιν πρὸς ἀλλήλας, παρακαλέ- | |
σοντάς τε καὶ πρεσβεύσοντας πρὸς ἡμᾶς | |
5 | ὅπως ἀποδεξώμεθα καὶ συναύξωμεν κα- |
θὼς καὶ πρότερον τήν τε θυσίαν καὶ ἐκεχει- | |
ρίαν καὶ ἀσφάλειαν καὶ τὸν ἀγῶνα τῶν Πτωΐων | |
ὃν τίθησιν ἡ πόλις αὐτῶν κατὰ πενταετηρί- | |
δα θυμελικὸν στεφανίτην τῶι Ἀπόλλωνι τῶι | |
10 | Πτωΐωι. ἐπελθόντες δὲ καὶ αὐτοὶ ἐπὶ τό [τε] συνέ- |
δριον καὶ τὸν δῆμον διελέγησαν ἀκολούθως | |
τοῖς ἐν τῶι γραπτῶι κατακεχωρισμένοις, σπου- | |
[δ]ῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες· ἐπεὶ οὖν | |
[κ]αθήκει Θισβεῦσιν συντηρεῖν τήν τε πρὸς τὴν | |
15 | [π]όλιν τῶν Ἀκραιφιείων φιλίαν καὶ συγγένειαν |
τήν τε πρὸς τὸ θεῖον εὐσέβειαν καὶ συνεπαύ- | |
ξειν τὴν θυσίαν καὶ τὸν ἀγῶνα τῶν Πτωΐων, δεδογμέ- | |
νον εἶναι τοῖς τε συνέδροις καὶ τῶι δήμωι Θισβέων | |
ἀποδέξασθαι τήν τε θυσίαν καὶ ἐκεχειρίαν καὶ | |
20 | ἀσφάλειαν καὶ τὸν ἀγῶνα τῶν Πτωΐων ὃν τίθησιν |
ἡ πόλις τῶν Ἀκραιφιέων κατὰ πενταετηρίδα, καὶ | |
συνθύειν καθὼς καὶ πρότερον· δοῦναι δὲ αὐτοῖς τὸν | |
ταμίαν τὴν νομιζομένην ἀπαρχήν, ἀργυρίου δραχμὰς | |
[δ]ύο τριόβολον· ἐπαινέσαι δὲ καὶ τοὺς πρεσβευτὰς | |
25 | [κ]αὶ θεωροὺς ἐπί τε τῆι ἀναστροφῆι καὶ ἐνδημίαι ἣ[ν] |
[ἐ]ποιήσαντο ἀξίως ἑκατέρων τε τῶν πόλεων καὶ ἑ- | |
[αυ]τῶν· καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια εἰς τὸ | |
πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν τῆς πόλεως. | |
ὁ δὲ ταμίας ἀναλισκέτω εἰς ταῦτα καὶ τὸ γενόμε- | |
30 | νον ἀνάλωμα ἀπολογισάσθω πρὸς τὸν ἐπι- |
μελητήν. ἑλέσθαι δὲ αὐτοῖς καὶ θεωροδόκον. | |
εἱρέθη Βροχᾶς Κάπωνος. |