| [— — — — — — — — — — — — — — — —] | |
| 1 | τοῦ Καλλικλέους ἀνανεωσαμένους τήν |
| τε φιλίαν καὶ συγγένειαν τὴν ὑπάρχου- | |
| σαν ταῖς πόλεσιν πρὸς ἀλλήλας, παρακαλέ- | |
| σοντάς τε καὶ πρεσβεύσοντας πρὸς ἡμᾶς | |
| 5 | ὅπως ἀποδεξώμεθα καὶ συναύξωμεν κα- |
| θὼς καὶ πρότερον τήν τε θυσίαν καὶ ἐκεχει- | |
| ρίαν καὶ ἀσφάλειαν καὶ τὸν ἀγῶνα τῶν Πτωΐων | |
| ὃν τίθησιν ἡ πόλις αὐτῶν κατὰ πενταετηρί- | |
| δα θυμελικὸν στεφανίτην τῶι Ἀπόλλωνι τῶι | |
| 10 | Πτωΐωι. ἐπελθόντες δὲ καὶ αὐτοὶ ἐπὶ τό [τε] συνέ- |
| δριον καὶ τὸν δῆμον διελέγησαν ἀκολούθως | |
| τοῖς ἐν τῶι γραπτῶι κατακεχωρισμένοις, σπου- | |
| [δ]ῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες· ἐπεὶ οὖν | |
| [κ]αθήκει Θισβεῦσιν συντηρεῖν τήν τε πρὸς τὴν | |
| 15 | [π]όλιν τῶν Ἀκραιφιείων φιλίαν καὶ συγγένειαν |
| τήν τε πρὸς τὸ θεῖον εὐσέβειαν καὶ συνεπαύ- | |
| ξειν τὴν θυσίαν καὶ τὸν ἀγῶνα τῶν Πτωΐων, δεδογμέ- | |
| νον εἶναι τοῖς τε συνέδροις καὶ τῶι δήμωι Θισβέων | |
| ἀποδέξασθαι τήν τε θυσίαν καὶ ἐκεχειρίαν καὶ | |
| 20 | ἀσφάλειαν καὶ τὸν ἀγῶνα τῶν Πτωΐων ὃν τίθησιν |
| ἡ πόλις τῶν Ἀκραιφιέων κατὰ πενταετηρίδα, καὶ | |
| συνθύειν καθὼς καὶ πρότερον· δοῦναι δὲ αὐτοῖς τὸν | |
| ταμίαν τὴν νομιζομένην ἀπαρχήν, ἀργυρίου δραχμὰς | |
| [δ]ύο τριόβολον· ἐπαινέσαι δὲ καὶ τοὺς πρεσβευτὰς | |
| 25 | [κ]αὶ θεωροὺς ἐπί τε τῆι ἀναστροφῆι καὶ ἐνδημίαι ἣ[ν] |
| [ἐ]ποιήσαντο ἀξίως ἑκατέρων τε τῶν πόλεων καὶ ἑ- | |
| [αυ]τῶν· καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια εἰς τὸ | |
| πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν τῆς πόλεως. | |
| ὁ δὲ ταμίας ἀναλισκέτω εἰς ταῦτα καὶ τὸ γενόμε- | |
| 30 | νον ἀνάλωμα ἀπολογισάσθω πρὸς τὸν ἐπι- |
| μελητήν. ἑλέσθαι δὲ αὐτοῖς καὶ θεωροδόκον. | |
| εἱρέθη Βροχᾶς Κάπωνος. |
IG VII
4139