col. A.1 | Ὀρχομενίων. |
vacat | |
2 | [ἐ]πειδὴ παραγενόμενοι πρεσβευταὶ π[αρὰ τῆς] |
πόλεως Ἀκραιφιέων ὅ τε προφή[τ]ης τοῦ Ἀ[πόλλω]- | |
νος Πυθίων Ἀθανίου καὶ Φιλόμηλος Θεο[δ]ώ[ρου], | |
5 | οἱ δ’ αὐτοὶ καὶ θεωροί, ἄνδρες καλοὶ κἀγαθο[ί, τά τε] |
γράμματα ἀπέδωκαν ἃ ἐ[γ]εγρά[φ]εισαν [πρὸς τὴν] | |
πόλιν ἡμῶν οἱ τε πολέμαρχοι καὶ οἱ σύνεδρο[ι Ἀκραι]- | |
φιέων [κ]αὶ ὁ ἀγωνοθέτης τῶν Πτωΐων Πολ[— — — —] | |
Καλλικλέους, [κ]α[ὶ] αὐτοὶ ἐπελθόντε[ς ἐπὶ τὸ συνέδρι]- | |
10 | ον καὶ τὸν δῆμον ἀνενεώσαντο τ[ήν] τε συ[γγένειαν] |
καὶ φι[λί]αν τὴν ὑπάρχουσαν [ταῖς] πόλεσιν [πρὸς ἀλλή]- | |
λας, παρε[κ]άλουν τε Ὀρχομενίους ἀπο[δέξασθαι] | |
τήν τε θυσίαν καὶ τὸν ἀγώνα τῶν Πτωΐων [ὃν] | |
τ[ι]θέ[α]σιν Ἀκραιφιεῖς [πε]ντέ[τειρον] τῶι Ἀπόλλ[ωνι τῷ] | |
15 | Πτωΐωι στεφανίτην θ[υμ]ελικόν· [ἐπεὶ οὖν καθήκει] |
[τοὺ]ς Ὀρχομενίους [ἐπὶ] πλ[εῖ]ον [τὰς εἰς τὸν θε]- | |
ὸν τιμὰς συνεπαύξειν κα[ὶ τὴν πρὸς το]ὺς [σ]υ[γγε]- | |
νεῖς εὔνοιαν καὶ φιλίαν, [δ]ε[δογμένον εἶναι] | |
τοῖς τε συνέδροις κ[α]ὶ τῶι δ[ήμῳ], ἀποδέ[ξασθαι τήν τε] | |
20 | θ[υ]σ[ί]αν καὶ τὸν ἀγῶνα τῶ[ν Πτωΐων — — — — — — —] |
δο[— — — — — — — — — — — — — — — — — — — — — —] | |
col. B | [ἐπαινέσαι δὲ τοὺς πρεσβευτὰς καὶ θεω]- |
[ροὺς ἐπί τε τῇ ἀναστροφῇ καὶ ἐνδημίᾳ] | |
22 | [ἣν πεποί]ηνται ἀξίως ἑ[κατέρων τε τῶν πόλεων] |
[καὶ ἑαυτ]ῶν· δοῦναι δὲ αὐτ[οῖς τὸν ταμίαν] | |
[καὶ ἀπαρ]χ̣ὴν τὸ ἐκ τοῦ νόμου α[— — — —] | |
25 | [δραχμὴν ἀργ]υρ[ί]ου μίαν τρεῖς ὀβολούς· |
[καλέσαι δὲ] αὐτοὺς καὶ ἐπὶ ξένια εἰς | |
[τὸ πρυτα]νεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν τ[ῆς] | |
[πό]λεως· [ἑ]λέσθαι δὲ αὐτοῖς καὶ θε[ωρο]- | |
[δό]κον. εἱρέθη Ἀμεινάδας Εὐμή- | |
30 | [λου]. |
IG VII
4138