[ ] Boiotia — Akraiphia: Ptoion — ca. 150-100 BC
See also:
1 [Κλ][ω]νος ἄρχοντος, πολεμαρχούν-
των Πολυξένου τοῦ Νίκωνος, Νύμφ[ω]-
νος τοῦ Φιλοξένου, Θεοδώρου τοῦ Τιμάρ-
χου, γραμματεύοντος Ἀπο[λλοδ]ώρου τοῦ Μνασέο[υ],
5 οἱ ἄρχοντες καὶ οἱ σύνεδροι εἶπαν· ἐπειδὴ Ξενο[κλέ]-
ας Ἀρκεσιλάου τῶν πολιτῶν ἀνὴρ καλὸς καὶ ἀγα-
θὸς ὑπάρχων διὰ παντὸς ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς
εὔχρηστος τῇ πόλει γι[ν]όμε[ν]ος διατελεῖ, σιτοδε-
[ί]ας τε πλεονάκις γ[ε]γενημέν[η]ς [— —]Λ[—]Ο̣[—] τε ὅσων-
10 περ χρείαν εἶχεν ὁ δ[ῆ]μος, τὴν καλλίστην πρό-
νοιαν ποι[ού]μ[ε]νος ὑπὲρ τῆς τῶν πολιτῶν σωτη-
ρίας ἐπ[έ]δ[ωκε], κ[α]ὶ ἐν ἄ[λλ]οις πᾶ̣[σιν] π[αρ]εχ[όμεν]ος ἑα-
υτὸν ἀποτελεῖται χάριτας οὐκ ὀλίγας τῶι δή-
μωι, οὐδεμίαν βλ[ά]β]ν οὐδὲ δαπάνην π[ρ]οορώ[με]-
15 νος, ἀλλὰ διατηρῶν τὴν διὰ προγόνων [ὑπάρ]-
χουσ[α]ν ἑα[υ]τῶι [κ]αλοκἀγαθίαν κ[αὶ] περὶ πλείστο[υ]
ποι[ού]μενος πᾶν τὸ συμ[φέρ]ον τοῖς πολίταις·
[ὅ]πως οὖν καὶ ἡ πόλις φα[νερὰ] ὑπάρχῃ τιμῶσα [τ]οὺ[ς]
ἀξίους ἄνδρας καὶ προαιρουμένους εἰς αὐ-
20 τὴν φιλοδοξ[εῖν], δεδογμένον εἶναι τοῖς τε συν-
έδροις καὶ τῶι δήμωι, ἐπαινέσαι Ξενοκ[λ]έα̣ ἐπ’ ἀ[ρε]-
τῇ κ[αὶ] δικαιοσύνῃ, [ἣν ἔχων διατελεῖ — — — — —]
εἰς τὴν̣ π[όλ]ιν [Ἀκραιφιέων — — — — — — — — — —]
φα[— — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us