1 | [Κλ]έ[ω]νος ἄρχοντος, πολεμαρχούν- |
των Πολυξένου τοῦ Νίκωνος, Νύμφ[ω]- | |
νος τοῦ Φιλοξένου, Θεοδώρου τοῦ Τιμάρ- | |
χου, γραμματεύοντος Ἀπο[λλοδ]ώρου τοῦ Μνασέο[υ], | |
5 | οἱ ἄρχοντες καὶ οἱ σύνεδροι εἶπαν· ἐπειδὴ Ξενο[κλέ]- |
ας Ἀρκεσιλάου τῶν πολιτῶν ἀνὴρ καλὸς καὶ ἀγα- | |
θὸς ὑπάρχων διὰ παντὸς ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς | |
εὔχρηστος τῇ πόλει γι[ν]όμε[ν]ος διατελεῖ, σιτοδε- | |
[ί]ας τε πλεονάκις γ[ε]γενημέν[η]ς [— —]Λ[—]Ο̣[—] τε ὅσων- | |
10 | περ χρείαν εἶχεν ὁ δ[ῆ]μος, τὴν καλλίστην πρό- |
νοιαν ποι[ού]μ[ε]νος ὑπὲρ τῆς τῶν πολιτῶν σωτη- | |
ρίας ἐπ[έ]δ[ωκε], κ[α]ὶ ἐν ἄ[λλ]οις πᾶ̣[σιν] π[αρ]εχ[όμεν]ος ἑα- | |
υτὸν ἀποτελεῖται χάριτας οὐκ ὀλίγας τῶι δή- | |
μωι, οὐδεμίαν βλ[ά]β[η]ν οὐδὲ δαπάνην π[ρ]οορώ[με]- | |
15 | νος, ἀλλὰ διατηρῶν τὴν διὰ προγόνων [ὑπάρ]- |
χουσ[α]ν ἑα[υ]τῶι [κ]αλοκἀγαθίαν κ[αὶ] περὶ πλείστο[υ] | |
ποι[ού]μενος πᾶν τὸ συμ[φέρ]ον τοῖς πολίταις· | |
[ὅ]πως οὖν καὶ ἡ πόλις φα[νερὰ] ὑπάρχῃ τιμῶσα [τ]οὺ[ς] | |
ἀξίους ἄνδρας καὶ προαιρουμένους εἰς αὐ- | |
20 | τὴν φιλοδοξ[εῖν], δεδογμένον εἶναι τοῖς τε συν- |
έδροις καὶ τῶι δήμωι, ἐπαινέσαι Ξενοκ[λ]έα̣ ἐπ’ ἀ[ρε]- | |
τῇ κ[αὶ] δικαιοσύνῃ, [ἣν ἔχων διατελεῖ — — — — —] | |
εἰς τὴν̣ π[όλ]ιν [Ἀκραιφιέων — — — — — — — — — —] | |
φα[— — — — — — — — — — — — — — — — — — — —] |
IG VII
4132