[ ]
Boiotia — Akraiphia: Ptoion — after 146 BC
[— — — — — — — — — — — — — — — — — — —] | |
1 | καὶ χάριτας ἀποδιδοῦσι τοῖς ἑαυτοῦ εὐεργέταις, |
δεδόχθαι τοῖς συνέδροις καὶ τῶι δήμωι Ἀκραιφιείων, | |
ἐπαινέσαι μὲν τὸν δῆμον Λαρισαίων ἐπὶ τῶι ἀποστεῖλαι | |
δικαστὰς ἄνδρας καλοὺς κἀγαθοὺς καὶ στεφανῶσαι | |
5 | αὐτὸν εἰκόνι χαλκῆ[ι] καὶ χρυσῶι στεφάνωι· ἐπαινέσαι |
δὲ καὶ τοὺς δικαστὰς Ἀντιγένην Γόργω[νος], Παυσανίαν | |
Ἀσ[κ]λ[η]πιάδου, Μητρόδωρον Ἀσκληπιάδου ἐπί τε τῶι | |
[δ]ιεξαγηοχέναι αὐτοὺς τὰ κατὰ τὴν δικαστείαν ἀπὸ παν- | |
[τὸ]ς τοῦ βελτίστου καὶ δικαιοτάτου ἀξίως αὑτῶν τε καὶ | |
10 | [τ]ῶν ἐκπεμψάντων αὐτοὺς ἐπὶ τῇ ἐνδημίαι ᾗ πεποίη- |
[ντ]αι ἐν τῇ πόλει, καὶ στεφανῶσαι αὐτοὺς ἕ[κα]στον αὐτῶν | |
[ε]ἰκόνι χαλκῇ τετραπήχει καὶ χρυσῶι στεφάνωι ἀρετῆς | |
ἕνεκεν καὶ δικαι[ο]σύνης· ἐπαινέσαι δὲ καὶ τὸν γραμματῆ | |
αὐτῶν Ἀγαθοκλείδην Ἀγαθοκλέους ἐπὶ τῶι διεξ[αγη]ο- | |
15 | χέναι αὐτὸν τὰ κατὰ τὴν αὑτοῦ πραγμ[ατ]είαν ἀπὸ παντὸς |
τοῦ βελτίστου κα[ὶ] ἐπὶ τῇ ἐνδημίαι ᾗ πεποίηται μετὰ πάσης | |
ε[ὐ]σχημοσύνης, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι, | |
καὶ δεδόσθαι τοῖς τε δικασταῖς καὶ τῶι γραμματεῖ αὐτῶν | |
καὶ τοῖς ἐκγόνοις αὐτῶν πολιτείαν καὶ τἆλλα τίμια ἃ καὶ | |
20 | Ἀκραιφιεῦσιν ὑπάρχει. εἶναι δὲ αὐτο[ὺς] καὶ προξένους |
καὶ εὐεργέτας τῆς πόλεως Ἀκραιφιείων, καὶ τἆλλα | |
[τί]μια ὑπάρχειν αὐτοῖς ἃ καὶ τοῖς ἄλλοις προξένοις | |
[καὶ εὐερ]γέταις ὑπάρχει. τὸ δὲ ψήφισμα τοῦτο κύριον ε[ἶ]ναι | |
εἰς πάντα τὸν χρόνον, καὶ τοὺς πολεμάρχους [ἐπιμεληθῆ]ναι | |
25 | ἵνα ἀναγραφῇ εἰς στήλην λιθίνην, καὶ ἀναθεῖναι ἐν τῶι |
τεμένει τοῦ Ἀπόλλωνος τ[ο]ῦ Πτωΐ[ου]. γράψαι δὲ | |
τ[ο]ὺς πολεμάρχους καὶ τὴν πόλιν πρὸς τὴν πόλιν τῶν | |
Λαρισαίων καὶ οἴεσθαι δεῖν αὐτὴν τὸ ψήφισμα ἀ[να]γρά- | |
[ψ]αι καὶ ἀναθεῖναι αὐτὸ ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος | |
30 | τοῦ Κερδώιου, ὅπως πᾶσι συμφανὲς [ᾖ, ὅ]τι Ἀκραιφιεῖς δύ- |
νανται τὰς καταξίας τιμὰς καὶ χάριτας ἀποδιδόναι | |
τοῖς ἑαυτῶν εὐεργέταις, οἵ τε παραγινόμενοι μετὰ | |
ταῦτα πρὸς ἡμᾶς δικασταὶ ἐπιγινώσκοντες τὴν | |
Ἀκραιφιέων εὐχαριστίαν {ΑΝ} ἁμιλλῶνται περὶ καλοκἀγαθίας. | |
35 | καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια εἰς [τὸ πρυτα]νεῖον ἐπὶ τὴν |
κοινὴν ἑστίαν καὶ ἀπολογίσασθαι τὸ ἄλωμα πρὸς τοὺς | |
κατόπτας. |