IG VII 4131
[ ] Boiotia — Akraiphia: Ptoion — after 146 BC
[— — — — — — — — — — — — — — — — — — —]
1 καὶ χάριτας ἀποδιδοῦσι τοῖς ἑαυτοῦ εὐεργέταις,
δεδόχθαι τοῖς συνέδροις καὶ τῶι δήμωι Ἀκραιφιείων,
ἐπαινέσαι μὲν τὸν δῆμον Λαρισαίων ἐπὶ τῶι ἀποστεῖλαι
δικαστὰς ἄνδρας καλοὺς κἀγαθοὺς καὶ στεφανῶσαι
5 αὐτὸν εἰκόνι χαλκῆ[ι] καὶ χρυσῶι στεφάνωι· ἐπαινέσαι
δὲ καὶ τοὺς δικαστὰς Ἀντιγένην Γόργω[νος], Παυσανίαν
Ἀσ[κ]λ[η]πιάδου, Μητρόδωρον Ἀσκληπιάδου ἐπί τε τῶι
[δ]ιεξαγηοχέναι αὐτοὺς τὰ κατὰ τὴν δικαστείαν ἀπὸ παν-
[τὸ]ς τοῦ βελτίστου καὶ δικαιοτάτου ἀξίως αὑτῶν τε καὶ
10 [τ]ῶν ἐκπεμψάντων αὐτοὺς ἐπὶ τῇ ἐνδημίαι ᾗ πεποίη-
[ντ]αι ἐν τῇ πόλει, καὶ στεφανῶσαι αὐτοὺς ἕ[κα]στον αὐτῶν
[ε]ἰκόνι χαλκῇ τετραπήχει καὶ χρυσῶι στεφάνωι ἀρετῆς
ἕνεκεν καὶ δικαι[ο]σύνης· ἐπαινέσαι δὲ καὶ τὸν γραμματῆ
αὐτῶν Ἀγαθοκλείδην Ἀγαθοκλέους ἐπὶ τῶι διεξ[αγη]ο-
15 χέναι αὐτὸν τὰ κατὰ τὴν αὑτοῦ πραγμ[ατ]είαν ἀπὸ παντὸς
τοῦ βελτίστου κα[ὶ] ἐπὶ τῇ ἐνδημίαι ᾗ πεποίηται μετὰ πάσης
ε[ὐ]σχημοσύνης, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι,
καὶ δεδόσθαι τοῖς τε δικασταῖς καὶ τῶι γραμματεῖ αὐτῶν
καὶ τοῖς ἐκγόνοις αὐτῶν πολιτείαν καὶ τἆλλα τίμια ἃ καὶ
20 Ἀκραιφιεῦσιν ὑπάρχει. εἶναι δὲ αὐτο[ὺς] καὶ προξένους
καὶ εὐεργέτας τῆς πόλεως Ἀκραιφιείων, καὶ τἆλλα
[τί]μια ὑπάρχειν αὐτοῖς ἃ καὶ τοῖς ἄλλοις προξένοις
[καὶ εὐερ]γέταις ὑπάρχει. τὸ δὲ ψήφισμα τοῦτο κύριον ε[ἶ]ναι
εἰς πάντα τὸν χρόνον, καὶ τοὺς πολεμάρχους [ἐπιμεληθῆ]ναι
25 ἵνα ἀναγραφῇ εἰς στήλην λιθίνην, καὶ ἀναθεῖναι ἐν τῶι
τεμένει τοῦ Ἀπόλλωνος τ[ο]ῦ Πτωΐ[ου]. γράψαι δὲ
τ[ο]ὺς πολεμάρχους καὶ τὴν πόλιν πρὸς τὴν πόλιν τῶν
Λαρισαίων καὶ οἴεσθαι δεῖν αὐτὴν τὸ ψήφισμα ἀ[να]γρά-
[ψ]αι καὶ ἀναθεῖναι αὐτὸ ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος
30 τοῦ Κερδώιου, ὅπως πᾶσι συμφανὲς [ᾖ, ὅ]τι Ἀκραιφιεῖς δύ-
νανται τὰς καταξίας τιμὰς καὶ χάριτας ἀποδιδόναι
τοῖς ἑαυτῶν εὐεργέταις, οἵ τε παραγινόμενοι μετὰ
ταῦτα πρὸς ἡμᾶς δικασταὶ ἐπιγινώσκοντες τὴν
Ἀκραιφιέων εὐχαριστίαν {ΑΝ} ἁμιλλῶνται περὶ καλοκἀγαθίας.
35 καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια εἰς [τὸ πρυτα]νεῖον ἐπὶ τὴν
κοινὴν ἑστίαν καὶ ἀπολογίσασθαι τὸ ἄλωμα πρὸς τοὺς
κατόπτας.
Search Help
Contact Us