[ ] Megaris — Megara — undated
1 ἐπειδὴ Ἀθηναγόρας Γλαυκίου
Περίνθιος εὔνους ἐὼν διατελεῖ
καὶ εὐεργέτας τοῦ δάμου τοῦ Μεγα-
ρέων, ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι
5 βουλᾶι καὶ τῶι δάμωι, πρόξενον
εἶμεν αὐτὸγ καὶ ἐκγόνους κατὰ
τὸν νόμον, εἶμεν δὲ αὐτῶι ἀσυλί-
αγ καὶ ἐμ πολέμωι καὶ κατὰ γᾶγ
καὶ κατὰ θάλασσαν, καὶ προεδρίαν
10 μ πᾶσι τοῖς ἀγῶσιν οἷς ἁ πόλις τί-
θητι· ἀγγραψάτω δὲ τόδε τὸ δόγ-
μα ὁ γραμματεὺς τοῦ δάμου ἐν σ-
τάλαι λιθίναι καὶ ἀνθέτω εἰς τὸ
Ὀλυμπιεῖον. βασιλεὺς Πασιάδας·
15 ἐστρατ<ά>γουν Διονύσιος Πυρρίδα,
Δαμέας Ματρο[κλέος, Ἀντίφιλος]
<Σ>μάχου, Μν[ασίθεος Πασίωνος],
Ἑρκίων Τέ[λητος· γραμματεὺς]
βουλᾶς [καὶ] δά[μου, Ἵππων]
20             [Παγ]χάρ[εος].
Search Help
Contact Us