[ ]
Boiotia — Chaironeia — ca. 200-250 AD
| 1 | Σέξτον Κλαύδιον Αὐτόβουλον, ὁμώνυμον τῶι |
| πατρί, ἕκτον ἀπὸ Πλουτάρχου, ἀρετὴν πᾶσαν | |
| ἐν βίωι καὶ λόγοις ἐπιδειξάμενον, ἐντ<ελ>[ῆ] | |
| φιλόσοφον, ἐτῶν [κ]βʹ, ἡ πρὸς μητρὸς | |
| 5 | μάμμη Καλλίκλε[ια κα]ὶ οἱ γονεῖς καὶ αἱ ἀδελ- |
| φαὶ τ<ὸ>ν ἥρω[α]. <ψ>η[φίσματι] β(ουλῆς) δ(ήμου). |