[ ] Boiotia — Chaironeia — 2nd c. BC
1 ἄρχοντος Εὐάνδρου, μηνὸς Βουκατί-
ου πεντεκαιδεκάτῃ, Θέων Διονυσίου
καὶ Ἀθηναῒς Φάωνος, κατοικοῦντες
ἐγ Χαιρωνείαι, ἀνέθηκαν τὴν ἰδίαν
5 θρεπτὴν Διονυσίαν ἱερὰν τῇ Μη-
τρὶ τῶν θεῶν, παραμείνασαν ἑαυτο-
ῖς ἕως ἂν ζῶσιν ἀνενκλήτως, καὶ Θέω[ν]
Διονυσίου ἀν̣ατίθησιν τὸν ἴδιον δο[ῦ]-
λον Κέρδωνα ὡσαύτως παραμε[ί]-
10 ναντα ἑαυτῷ τε καὶ Ἀθηναΐδι ἕως ζῶσ[ι]
ἀνεγκλήτως, τὴν ἀνάθεσιν ποιούμεν-
οι διὰ τοῦ συνεδρίου κατὰ τὸν νόμον.
Search Help
Contact Us