1 | θεός, τύχη ἀγαθή. ἄρχοντος Ἀντίγωνος, μεινὸς |
Δαματρίου τριακάδι, Παρθένα ἱερὰ τοῦ Σερά- | |
πιδος, παρόντος αὐτῇ τοῦ ἱεράρχου Ἀθανίου τοῦ Ἀριστίπ- | |
που, ἀνατίθησι τὴν ἰδίαν δούλην Ἀθηναΐδα τῷ Σεράπι παρα- | |
5 | μείνασαν ἑαυτῇ καὶ τῷ ἀνδρὶ αὐτῆς Φίλωνι Δαυλιεῖ πάντα τὸν τ[ῆς] |
ζωῆς χρόνον ἀνενκλήτως, ποιουμένη τὴν ἀνάθεσιν διὰ τοῦ συνεδρί[ου] | |
κατὰ τὸν νόμον. |
IG VII
3333