[ ] Boiotia — Chaironeia — 2nd c. BC
1 ἄρχοντος Ζωΐλου τοῦ Εὐάνδρου, μηνὸς Πανβοιωτίου τριακάδι, Ὀνήσιμο[ς] Σιμίου καὶ
Παρθένα Ἀνδρονίκου ἀφιᾶσι τὴν ἰδίαν δούλην Ἑρμαίαν ἐλευθέραν, ἱερὰν τῷ Σαράπι,
παραμείνασαν Παρθένᾳ ἕως ἂν ζῇ ἀνενκλήτως, μὴ προσήκουσαν μηθενὶ
μηθέν, τὴν ἀνάθεσιν ποιούμενοι διὰ τοῦ
5                                                                     συνεδρίου κα<τὰ> τὸν νόμον.
Search Help
Contact Us