[ ] Boiotia — Orchomenos — ca. 200-150 BC
1 Ἰφιδάμω [ἄρχοντος, ἱαρειάδδοντος]
Εὐμείλω Διοσκ[ορίδαο],
ἱαραρχιόντων Σωκρά[τιος]
Καφισοδώρω, Ἀριστίωνος Ἀ-
5   ριστίωνος, ἀντίθ[ε]ιτι
Ἀγαθὰ Ἐπιχαρ[ίδ]αο, [π]αρι[όν]-
τος αὐτῆ τῶ [ο]υ[ἱ]ῶ Ἐπι-
κλεῖος Ἀγάθων[ος], τὰν
       ϝιδίαν θερά-
10      πηναν Νιουμῶν
ἱαρὰν εἶμεν τῶ Σαρά[π]ιος
κὴ τᾶς Ἴσιος, κὴ μεὶ ἐξεῖμεν̣
μειθενὶ Νιουμῶς ἐφάπτεστη
μειδὲ καταδουλίτταστη· ἠ δέ κά
15 τις ἐφάπτειτη, κούριος ἔστω ὁ ἱαρε[ὺς]
         κὴ τὺ ἱαράρχη κὴ τὺ σούνεδρ[υ]
       σουλῶντες κὴ δαμιώ-
       οντες.
Search Help
Contact Us