[ ] Boiotia — Orchomenos — ca. 200-150 BC
1 Κα[φ]ισοδώρω ἄρχοντος, ἱαρειάδ-
δοντος Χαρίαο Εἰσωφελίδαο, ἱαραρ-
χιόντων Λιουσίαο Ἐπιχάριος, Εὐρέαο
Δάμωνος, ἀντίθειτι Ἀθανόδωρος Δορ-
5   κίλλιος τὰν ϝιδίαν θεράπηναν Καρ-
       δάμαν ἱαρὰν εἶμεν τῶ Σαράπιος κὴ
         τᾶς Ἴσιος, κὴ μεὶ ἐξεῖμεν μειθενὶ
         Καρδάμας ἐφάπτεστη μειδὲ
           καταδουλίτταστη· ἠ δέ κά τις ἐ-
10             φάπτειτη, κούριος ἔστω ὁ ἱα-
             ρεὺς κὴ τὺ ἱαράρχη κὴ τὺ σού-
              νεδρυ σουλῶντες κὴ δα-
               μιώοντες.
Search Help
Contact Us