[ ] Boiotia — Orchomenos — ca. 200-150 BC
1 Ἀπολλωνίδαο ἄρχον-
τος, ἱαρειάδδοντος Ἀντι-
γένιος Σωκράτιος, ἱαραρχιόν-
των Ἀγεισινίκω Σουκράτιος,
5            Σωσιβίω Πουθίλλιος,
        ἀντίθειτι Θίων Δαματρίχ-
[ω] τὸν ϝίδιον ϝυκέταν Ἀκρίσιον
ἱαρὸν εἶμεν τῶ Σαράπιος κὴ τᾶ[ς]
Ἴσιος, κὴ μεὶ ἐξεῖμεν μει-
10 θενὶ ἐφάπτεστη μειδὲ κα-
ταδουλίτταστη· ἠ δέ κά τις ἐφά-
πτειτη, κούριος ἔστω ὁ ἱαρεὺς κὴ τὺ
ἱαράρχη κὴ τὺ σούνεδρυ σουλῶντες κὴ
δαμιώοντες.
Search Help
Contact Us