face a.102 | (I) τοὶ πολέμαρχοι τοὶ ἐπὶ Πολυκράτιος |
ἄρχοντος, Φιλόμειλος Φίλωνος, | |
Καφισόδωρος Διωνυσίω, Ἀθανόδω- | |
105 | ρος Ἵππωνος, ἀνέγραψαν καθὼς |
ἐποείσανθο τὰν ἀπόδοσιν τῶν δα- | |
νείων τῶν Νικαρέτας κὰτ τὸ ψά- | |
φισμα τῶ δάμω. (II) <μει>ν<ὸ>ς Ἀλαλκομενίω | |
ϝικάστη κὴ ἕκτη, ἐπεψάφιδδε | |
110 | Φιλόμειλος Φίλωνος, Καφισόδωρος |
Διωνουσίω ἔλεξε· προβεβωλευμένον | |
εἶμεν αὑτῦ ποτὶ δᾶμον, ἐπιδεὶ ἐπεψα- | |
φίττατο ὁ δᾶμος ἀποδόμεν Νικαρέτη {ι} | |
Θίωνος τὸν ταμίαν τὸν προάρχοντα | |
115 | τὰν τρίταν πετράμεινον ἀπὸ [τ]ᾶν ὑπερ- |
αμεριάων τᾶν ἰωσάων κὰτ τᾶς πόλιος ὃ ἐ- | |
πίθωσε αὐτὰν ἁ πόλις, ἀργουρίω δραχμὰς | |
μουρίας ὀκτακισχιλίας ὀκτακατίας τριά- | |
κοντα τρῖς, κὴ τὼς πολεμάρχως ἀνελέσ- | |
120 | θη τάν τε σύνγραφον, ἃν ἔδωκαν οὑπὲρ |
[ο]ὕτων τῶν χρειμάτων κατ’ α[ὐ]τὺ αὐτῶ[ν] | |
κὴ ὁ ταμίας κὴ ὧν ποθείλετο Νικαρέτα δέκ[α], | |
κὴ τὰς ὑπεραμερίας διαγράψασθη τὰ<ς> κ[ὰτ] | |
τᾶς πόλιος τὰς ἐπὶ Ξενοκρίτω ἄρχοντος | |
125 | ἐν Θεισπιῆς, κὴ οὗτα ϝεϝυκονομειόντων |
τῶν πολεμάρχων, κὴ τῶ ταμίαο ἀποδόν- | |
τος τὰ χρείματα κὰτ τὸ ὁμόλογον τὸ πὰρ | |
Θιόφεστον Θιοδώρω Θεισπιεῖα τεθέν, | |
δεδόχθη τῦ δάμυ, τὼς πολεμάρχως, | |
130 | ἐπί κα τὸ ψάφισμα κούριον γένειτη, ἀγγρά- |
ψη ἐν στάλαν λιθίναν τό τε ψάφισμα οὗτο | |
κὴ τὸ οὑπὲρ τᾶς ἀποδόσιος, κὰτ <τ>αυτὰ δὲ κὴ | |
τὰς ὑπεραμερίας τὰ<ς> κὰτ τᾶς πόλιος τὰς Νι- | |
καρέτας, κὴ τὸ ὄν̣ιουμα τῶ γραμματεῖος τῶ δ[ι]- | |
135 | αγράψαντος αὐτὰς κὴ τὰν σύγγραφον τὰν |
τεθεῖσαν πὰρ Ϝιφιάδαν κὴ τὸ ἀντίγραφον {κὴ} | |
{τὸ ἀντίγραφον} τῶ ὁμολόγω τῶ τεθέντος πὰρ Θιό- | |
φεστον κὴ τὰν διαγραφὰν τῶν χρειμάτων ὧν | |
ἔγραψαν αὐτῆ διὰ τρεπέδδας, κὴ τὸ ἄλωμα | |
140 | ἀπολογίτταστη ποτὶ κατόπτ̣α<ς>· [π]όρον δ’ εἶμεν |
ἀπὸ τῶν πολιτικῶν #⁵⁶ (III) Δαματρίω νιουμεινίη̣ | |
πετράτη, ἐπεψάφιδδε Κ[α]φισόδωρος Διω- | |
νουσίω, Ἀθανόδωρος Ἵππωνος ἔλεξε· προβε- | |
[β]ωλευμένον εἶμεν αὑτῦ ποτὶ δᾶμον, ἐπιδεὶ | |
145 | παργενομένας Νικαρέτας Θίωνος Θεισπικᾶς |
[κ]ὴ πραττώσας τὸ δάνειον τὰν πόλιν κὰτ τὰς οὑπε[ρ]- | |
αμερία[ς] τὰς ἰώσας αὐτῆ, [ἀνα]γκάσ<θεισ>αν τὺ πολέμ[αρ]- | |
χυ κὴ ὁ ταμίας σουγχωρείσαντος τῶ δάμω δόμεν | |
[κ]ατ’ αὐ[τὺ] αὐ[τ]ῶ̣ν σούνγραφον πὸτ τῆ οὑπαρχώση οὑπε[ρ]- | |
150 | α̣μερίη, ἐ[ν τ]άν κα ἐνενιχθεῖ ἁ ἀνφορὰ ἐν οὗτο, κ<ὴ> |
κομίττ[η] τὰ συνχωρειθέντα χρείματα, | |
δεδόχθη τῦ δάμυ, τὸν ταμίαν τὸν [π]ροάρχοντα | |
[τὰν] τρίτ<α>[ν] πετράμεινον ἀποδόμεν πεδὰ τῶν | |
πολεμάρχων Νικαρέτη ἀργ[υ]ρίω δραχμὰς μυρίας | |
155 | [ὀκ]τακισχειλίας ὀκτακατία[ς] τριάκ[ο]ντα τρῖς Πολυ- |
κράτιος ἄρχοντος ἐν τῦ Δαματρίυ μεινί, κὴ τὰς ἐ[μ]- | |
πράξις τὰς ἰώσας Νικα[ρέτη κὰτ] τᾶς πόλιος Ξεν[ο]- | |
κρίτω ἄρχοντος ἐν Θεισπιῆς πάσας διαλιάνασ[θη] | |
τὼς πολεμάρχως, κὴ τὰν σουνγραφὰν ἃν ἔχι κὰτ τ[ῶν] | |
160 | πολεμάρχων κὴ τῶ ταμίαο ἀνελέσθη· πόρον [δ’ εἶ]- |
μεν ἐν οὗτο ἀπὸ τῶν τᾶς πόλιος ποθοδωμάτων πάντ[ων]. | |
(IV) Ξενοκρίτω, Ἀλαλκομενίω #⁵⁶ Νικαρέτα Θέωνος τᾶς π[ό]- | |
λιος Ἐρχομενίων κὴ τῶ ἐγγύω Θίωνος Συννόμω· τἀπ- | |
πάματα μούριη ὀγδοείκοντα πέντε δίου<ο> ὀβολίω | |
165 | κὴ τῶ τεθμίω ϝίστωρ Ἀριστόνικος Πραξιτέλιος. |
Λιουκίσκω, Θιουίω· τὸ σουνάλλαγμα· Νικαρέτα Θίω- | |
νος τᾶς πόλιος Ἐρχομενίων κὴ τῶ ἐγγούω Θίωνος | |
Σουννόμω τἀππάματα δισχείλιη πεντακάτιη̣ | |
κὴ τῶ τεθμίω ϝίστωρ ὁ αὐτός. Λιουκίσκω, Ὁμολωΐω· | |
170 | [τ]ὸ σουνάλλαγμα· Νικαρέτα Θίωνος τᾶς πόλι[ος] |
Ἐρχομενίων κὴ τῶ ἐγγούω Θίωνος Σουννόμω τἀπ- | |
πάματα πετρακισχείλιη κὴ τῶ τεθμίω ϝίστωρ | |
ὁ αὐτός. χρόνος ὁ αὐτός· Νικαρέτα Θίωνος τᾶς πόλιος | |
[Ἐ]ρχομενίων κὴ τῶ ἐγγούω Θίωνος Σουννόμω τἀππά- | |
175 | ματα χείλιη κὴ τῶ τεθμίω ϝίστωρ ὁ αὐτός. Λιουκίσκ[ω], |
[Θε]ιλουθίω· τὸ σουνάλλαγμα· (V) διαγράψη τὰς οὑπερ[α]- | |
[μ]ερίας τὰς Νικαρέτας ἐν Θεισπιῆς τὰς κὰτ τᾶς | |
[π]όλιος· τῶν τεθμοφουλάκων γραμματεὺς Σα[— —]. | |
vacat | |
face b.1 | (VI) ἐδάνεισεν Νικαρέτα Θέωνος |
Θεσπική, παρόντος αὐτῆι κυ- | |
ρίου τοῦ ἀνδρὸς Δεξίππου Ε[ὐ]- | |
νομίδου, Καφισοδώρωι Δι[ο]- | |
5 | νυσίου, Φιλομήλωι Φίλωνος, |
Ἀθανοδώρωι Ἵππωνος, Πο[λυ]- | |
κρίτωι Θάροπος, καὶ ἐγγύοις | |
εἰς ἔκτεισιν τοῦ δανείου, | |
Μνάσων Μέκγαο, Τελεσίας | |
10 | Μέκγαο, <Ἐ>λασίππωι Ξενοτί- |
μου, Εὐάρει Εὐχώρου, Περι- | |
λάωι Ἀναξίωνος, Διονυσο- | |
δώρωι Καφισοδώρου, Κωμί- | |
ναι Τελεσίππου, Ὀνασίμωι | |
15 | Θεογείτονος, Καφισοδώρωι |
Δαματρίχου, Νικοκλεῖ Ἀθα- | |
νοδώρου Ὀρχομενίοις, ἀργυ- | |
ρίου δραχμὰς μυρίας ὀκτα- | |
κισχειλίας ὀκτακοσίας τρι- | |
20 | άκοντα τρεῖς ἄτοκον ἐχ Θεσ- |
πιῶν εἰς τὰ Παμβοιώτια τὰ ἐ- | |
π’ Ὀνασίμου ἄρχοντος Βοιωτοῖ[ς]. | |
ἀποδότωσαν δὲ τὸ δάνειον | |
οἱ δανεισάμενοι ἢ οἱ ἔγγυ- | |
25 | οι Νικαρέται ἐν τοῖς Πανβοι- |
ωτίοις πρὸ τῆς θυσίας ἐν ἡμέ- | |
ραις τρισίν. ἐὰν δὲ μὴ ἀποδῶσ[ι], | |
πραχθήσονται κατὰ τὸν νό- | |
μον· ἡ̣ δὲ πρᾶξις ἔστω ἔκ τε | |
30 | αὐτῶν τῶν δανεισαμένων |
καὶ ἐκ τῶν ἐγγύων, καὶ ἐξ ἑνὸ[ς] | |
καὶ ἐκ πλειόνων καὶ ἐκ πάν- | |
των, καὶ ἐκ τῶν ὑπαρχόντων | |
αὐτοῖς, πραττούσηι ὃν ἂν τρό- | |
35 | πον βούληται. ἡ δὲ συγγραφὴ |
κυρία ἔστω κἂν ἄλλος ἐπι- | |
φέρηι ὑπὲρ Νικαρέτας. μάρ- | |
τυρες· Ἀριστογείτων Ἁρμο- | |
ξένου, Ἰθιούδικος Ἀθανίαο, | |
40 | Ϝιφιάδας Τιμοκλεῖος, Φαρ- |
σάλιος Εὐδίκου, Καλλέας Λυ- | |
σιφάντου, Θεόφεστος Θεοδώ- | |
ρου, Εὐξενίδας Φιλώνδου | |
Θεσπιεῖς. ἁ σούγγραφος | |
45 | πὰρ Ϝιφιάδαν Τιμοκλεῖος. |
(VII) Ὀνασίμω ἄρχοντος Βοιωτοῖ[ς], | |
μεινὸς Πανάμω, ὁμολογὰ | |
Νικαρέτη Θίωνος Θεισπικῆ, | |
παριόντος Νικαρέτη Δεξίπ- | |
50 | πω Εὐνομίδαο τῶ ἀνδρὸς Θε[ι]- |
σπιεῖος, κὴ τῆ πόλι Ἐρχομεν[ί]- | |
ων· παρεῖαν οὑπὲρ τᾶς πόλ[ι]- | |
ος πολέμαρχοι Καφισόδω- | |
ρος Διωνουσίω, Φιλόμειλος | |
55 | Φίλωνος, Ἀθανόδωρος Ἵππω- |
νος· ἀποδόμεν τὰν πόλιν Ἐρ- | |
χομενίων Νικαρέτη Θίωνος, | |
ὃ ἐπίθωσαν οὑπὲρ τᾶν οὑπε- | |
ραμεριάων τᾶν ἐπὶ Ξενοκρί- | |
60 | τω ἄρχοντος ἐν Θεισπιῆς, ἀρ- |
γουρίω δραχμὰς μουρίας ὀκτ[α]- | |
κισχειλίας ὀκτακατίας τρ[ιά]- | |
κοντα τρῖς, ἔσχατον Ὀνασ[ί]- | |
μω ἄρχοντος ἐν τῦ Ἀλαλ[κο]- | |
65 | μενίοι μεινί· σούγγραφον δὲ |
γράψασθη τῶ ἀργουρίω τὼς | |
{τὼς} πολεμάρχως Ἐρχομενίων | |
κὴ ἐγγούως, ὥς κα δοκιμάδδε̣[ι] | |
Νικαρέτα, κὴ θέσθη μεσέγγ[υ]- | |
70 | ον πὰρ Ϝιφιάδαν Τιμοκλεῖος |
Θεισπιεῖα. ἐπὶ δέ κα κομίττε[ι]- | |
τη Νικαρέτα τὸ ἀργούριον | |
face c.73 | πὰρ τᾶς πόλιος, ἐσλιανάτω Νικαρέτα τὰς οὑπερ- |
αμερίας ἃς ἔχι κὰτ τᾶς πόλιος, τὰς ἐπὶ Ξενοκρίτω | |
75 | ἄρχοντος ἐν Θεισπιῆς πάσας, κὴ τὰν σούγγραφον ἀπο- |
δότω Ϝιφιάδας τοῖς πολεμάρχυς κὴ τοῖ ταμίη κὴ το[ῖς] | |
ἐγγούοις. ἠ δέ κα μεὶ ἀποδώει ἁ πόλις Νικαρέτη τὸ ἀρ- | |
γούριον ἐν τῦ γεγραμμένυ χρόνυ, τὰς μουρίας κὴ ὀκτ[α]- | |
κισχειλίας ὀκτακατίας τριάκοντα τρῖς, ἀποδότω | |
80 | τὰν σούγγραφον κὴ τὰς οὑπεραμερίας τὰς κὰτ τᾶς |
πόλιος ἅπαν τὸ ἀργούριον τὸ ἐν τῦ ὁμολό[γ]υ γεγραμ- | |
μένον· <ἠ δέ κα> ἐν τῦ χρόνυ τῦ γεγραμμένυ μεὶ ἐθέλει κ[ο]<μ>ίδδ̣[ε]- | |
σθη Νικαρέ[τ]α τὸ ἀργούριον, ἀποδότω Ϝιφιάδας τὰν | |
σούγγραφον τοῖς πολεμάρχοις κὴ τοῖ ταμίη κὴ τοῖς | |
85 | ἐγγούοις, κὴ ποταποπισάτω Νικαρέτα τῆ πόλι Ἐρχο- |
μενίων κὴ τοῖς πολεμάρχοις κὴ τοῖ ταμίη κὴ τοῖς ἐγ- | |
γούοις ἀργουρίω δραχμὰς πεντακισμουρίας, κὴ τὴ | |
οὑπεραμερίη ἄκουρύ νυ ἔνθω. ϝίστορες Ἀριστογί- | |
των Ἁρμοξένω, Ἰθούδικος Ἀθανίαο, Ϝιφιάδας Τιμο[κλεῖ]- | |
90 | [ο]ς, Φαρσάλιος Εὐδίκω, Καλλέας Λιουσιφάντω, Θιόφεισ- |
τος Θιοδώρω, Εὐξενίδας Φιλώνδαο Θεισπιεῖε{ι}ς {²⁶Θεισπιεῖες}²⁶· τὸ ὁμό- | |
λογον πὰρ Θιόφειστον Θιοδώρω Θεισπιεῖα. (VIII) διαγραφὰ | |
Νικαρέτη διὰ τραπέδδας τᾶς Πιστοκλεῖος ἐν Θεισπι- | |
ῆς· Ἐπιτέλιος ἄρχοντος ἐν Θεισπιῆς, μεινὸς Ἀλαλκομε- | |
95 | νίω δευτέρω ἁμέρη ἐνακηδεκάτη, ἐπὶ τᾶς Πιστοκλεῖος |
τραπέδδας Νικαρέτη παρεγράφει πὰρ Πολιουκρίτω Θάρο- | |
πος Ἐρχομενίω ταμίαο οὑπὲρ τᾶς πόλιος τὸ σουνχωρει- | |
θὲν τᾶν οὑπεραμεριάων τᾶν ἐπὶ Ξενοκρίτω ἄρχοντος, | |
παριόντος πολεμάρχω Ἀθανοδώρω Ἵππωνος Ἐρχομενί[ω], | |
100 | ἀργουρίω δραχμὴ μούριη ὀκτακισχείλιη ὀκτακάτιη τριά- |
κοντα τρῖς. |
IG VII
3172