1 | θιός· τούχα ἀγα- |
θά. | |
Ϝαστίαο ἄρχοντος | |
Βοιωτῦς, ἐν δὲ Λεβα- | |
5 | δείη Δόρκωνος, Δωΐλος |
Ἰρανήω ἀντίθειτι τὸν | |
ϝίδιον θεράποντα Ἀν- | |
δρικὸν τῦ Δὶ τῦ Βασιλεῖι | |
κὴ τῦ Τρεφωνίυ ἱαρὸν εἶ- | |
10 | μεν παρμείναντα πὰρ |
τὰν ματέρα Ἀθανοδώ- | |
ραν ϝέτια δέκα, καθὼς ὁ | |
πατεὶρ ποτέταξε. ἠ δέ κα | |
ἔτι δώει Ἀθανοδώρα, εἴσι | |
15 | Ἀνδρικὸς φόρον τὸν ἐν τῆ |
θείκη γεγραμμένον· ἠ δέ τι | |
κα πάθει Ἀθανοδώρα, παρμ- | |
ενῖ Ἀνδρικὸς τὸν περιττὸν | |
χρόνον πὰρ Δωΐλον, ἔπιτα ἱα̣- | |
20 | ρὸς ἔστω, μεὶ ποθίκων μει- |
θενὶ μειθέν. μεὶ ἐσσεῖμε- | |
ν δὲ καταδουλίττασθη | |
Ἀνδρικὸν μειθενί, Ἀν- | |
δρικὸν δὲ λειτωργῖμεν | |
25 | ἐν τῆς θοσίης τῶν θιῶ[ν] |
{ων} οὕτων. |
IG VII
3083