[ ] Boiotia — Lebadeia — undated
1 [Φιλλ]ὼ Νιομινίω, παριόντος [αὐτῆ κὴ τ]ῶ ουἱῶ Νιομεινίω Ἀ[ριστί]ωνος, ἀντίθ[ειτι]
τὰν ϝιδίαν δούλαν Ἑρμαΐαν τεῖ Δὶ τεῖ Βασιλεῖ κὴ τῦ Τρε[φ]ωνίυ ἱαρὰν εἶμ[εν]
τὸν πάντα χρόνον, μείτε Φιλλῶι ποθίκωσαν μείτε τῦς κλαρονόμυς αὐ-
τᾶς μείτε ἄλλει μειθενὶ κατὰ μειδένα τρόπον. εἰ δέ κά τις ἀντιποιεῖτη Ἑ-
5 ρμαΐας εἲ ἄλλο τι ἀδικῖ καθ’ ὃν δεί τινα ὦν τρόπον, ὁπερδικιόνθω κὴ προϊσ-
τάνθω τύ τε ἱαρεῖες κὴ τὺ ἱαράρχη τὺ ἠῒ ἔναρχει ἰόντες κὴ τῶν ἄλλων ὁ βε[ι]-
λόμενος· ϝίστορες Διογίτων Ἀφελίσκω, Ξένων Καφισοδώρω, Καρπῖνος Εὐ-
[ν]ίκω, Πουθαγόρας Κλίωνος.
Search Help
Contact Us