1 | [Φιλλ]ὼ Νιομινίω, παριόντος [αὐτῆ κὴ τ]ῶ ουἱῶ Νιομεινίω Ἀ[ριστί]ωνος, ἀντίθ[ειτι] |
τὰν ϝιδίαν δούλαν Ἑρμαΐαν τεῖ Δὶ τεῖ Βασιλεῖ κὴ τῦ Τρε[φ]ωνίυ ἱαρὰν εἶμ[εν] | |
τὸν πάντα χρόνον, μείτε Φιλλῶι ποθίκωσαν μείτε τῦς κλαρονόμυς αὐ- | |
τᾶς μείτε ἄλλει μειθενὶ κατὰ μειδένα τρόπον. εἰ δέ κά τις ἀντιποιεῖτη Ἑ- | |
5 | ρμαΐας εἲ ἄλλο τι ἀδικῖ καθ’ ὃν δεί τινα ὦν τρόπον, ὁπερδικιόνθω κὴ προϊσ- |
τάνθω τύ τε ἱαρεῖες κὴ τὺ ἱαράρχη τὺ ἠῒ ἔναρχει ἰόντες κὴ τῶν ἄλλων ὁ βε[ι]- | |
λόμενος· ϝίστορες Διογίτων Ἀφελίσκω, Ξένων Καφισοδώρω, Καρπῖνος Εὐ- | |
[ν]ίκω, Πουθαγόρας Κλίωνος. |
IG VII
3081