[ ] Boiotia — Lebadeia — 2nd c. BC
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [κα]ἐξέσται [τοῖς ναοποιοῖς ἐπεγδιδόναι τὰ] κατά[λοιπα τῶν]
ἔργων, οὗ ἂν βούλωνται. καὶ ἐὰν μὲν ὑπερεύρηι τὰ κατά[λοι]-
[πα τ]ῶν ἔργων τῶν ἐπαναπώλων τοῦ ἐξ ἀρ̣[χ]ῆς εὑρέματο[ς]
[ὑ]πὲρ ὧν ἂν τὴν δόσιν ἔχηι, τῶν ἀδέτων ἢ ἀμολυβ̣[δ]οχοήτω[ν ἢ]
5  ἀνεπισ[τάτ]ων ἢ ἀκαταξέστων ἢ μήπω κειμένων πλὴν̣ [ὃ]
 ἂν εὕρηι ὁ λίθος ἕκαστος, αὐτὸ καὶ ἡμιόλιον ἀποτινέτω ὁ [ἐργώ]-
 νης· ἐὰν δὲ ἢ τὸ ἴσον ἢ ἔτι ἔλαττον εὕρηι τοῦ ἐξ ἀρχῆς, ὅσο[υ]
ἐξ ἀρχῆς ἐξεδόθη ἅπαν αὐτὸ καὶ ἡμιόλιον ἀποτινέτω ὁ ἐργ[ώνης].
 μηδὲ καταβλαπτέτω μηθὲν τῶν ὑπαρχόντων ἔργων π[ερὶ]
10  τὸν ναὸν ὁ ἐργώνης· ἐὰν δέ τι καταβλάψηι, ἀκείσθω τοῖς ἰ[δίοις]
[ἀ]ν̣ηλώμασι δοκίμως ἐγ χρόνωι ὅσωι ἂν οἱ ναοποιοὶ τάξω[σιν].
[κα]ὶ ἐάν τινα ὑγιῆ λίθον διαφθείρηι κατὰ τὴν ἐργασίαν ὁ τῆς θέ̣[σε]-
 ως ἐργώνης, ἕτερον ἀποκαταστήσει δόκιμον τοῖς ἰδίοις ἀν[η]-
[λώμα]σιν, οὐθὲν ἐπικωλύοντα τὸ ἔργον· ὁ δὲ διαφθαρεὶς λίθος [ἱερὸς]
15 [ἔστω]. ἂν δὲ μὴ ἀποκαθιστῆι τὸν ἀντὶ τοῦ διαφθαρέντος λίθον ἐ[άν τε]
[μὴ ἀκῆτ]αι τὸ καταβλαφθέν, καὶ ταῦτα ἐπεγδώσουσιν οἱ ναοπ[οι]-
[οί, τὸ δὲ] γενόμενον ἀνήλωμα εἰς ταῦτα ἀποτείσ[ε]ι αὐτὸ καὶ [ἡ]-
[μιόλιον] ὁ ἐργώνης καὶ οἱ ἔγγυοι. ἐὰν δὲ κατὰ φυὴν ἢ κατ’ ἄλλο τ[ι τῶν]
[γεγρ]αμμένων ἐγκλημάτων διαφθαρῆι τις τῶν λίθων, ἀζή[μιος]
20 [ἔσ]τω κατὰ τοῦτο ὁ τῆς θέσεως ἐργώνης. τὰ δὲ ἐπιτίμ[ια]
       μὲν ἅπαντα ἐάν τινα γίνηται ἐπὶ τοῖς ἔργοις τοῖς [ἐκδι]-
[δομένοις κ]ατὰ τὴ[ν συγγραφὴ]ν̣ πράξουσιν [οἱ ναοποιοὶ — —].
Search Help
Contact Us