[ ]
Boiotia — Lebadeia — 2nd c. BC
[— — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [κα]ὶ ἐξέσται [τοῖς ναοποιοῖς ἐπεγδιδόναι τὰ] κατά[λοιπα τῶν] |
ἔργων, οὗ ἂν βούλωνται. καὶ ἐὰν μὲν ὑπερεύρηι τὰ κατά[λοι]- | |
[πα τ]ῶν ἔργων τῶν ἐπαναπώλων τοῦ ἐξ ἀρ̣[χ]ῆς εὑρέματο[ς] | |
[ὑ]πὲρ ὧν ἂν τὴν δόσιν ἔχηι, τῶν ἀδέτων ἢ ἀμολυβ̣[δ]οχοήτω[ν ἢ] | |
5 | ἀνεπισ[τάτ]ων ἢ ἀκαταξέστων ἢ μήπω κειμένων πλὴν̣ [ὃ] |
ἂν εὕρηι ὁ λίθος ἕκαστος, αὐτὸ καὶ ἡμιόλιον ἀποτινέτω ὁ [ἐργώ]- | |
νης· ἐὰν δὲ ἢ τὸ ἴσον ἢ ἔτι ἔλαττον εὕρηι τοῦ ἐξ ἀρχῆς, ὅσο[υ] | |
ἐξ ἀρχῆς ἐξεδόθη ἅπαν αὐτὸ καὶ ἡμιόλιον ἀποτινέτω ὁ ἐργ[ώνης]. | |
μηδὲ καταβλαπτέτω μηθὲν τῶν ὑπαρχόντων ἔργων π[ερὶ] | |
10 | τὸν ναὸν ὁ ἐργώνης· ἐὰν δέ τι καταβλάψηι, ἀκείσθω τοῖς ἰ[δίοις] |
[ἀ]ν̣ηλώμασι δοκίμως ἐγ χρόνωι ὅσωι ἂν οἱ ναοποιοὶ τάξω[σιν]. | |
[κα]ὶ ἐάν τινα ὑγιῆ λίθον διαφθείρηι κατὰ τὴν ἐργασίαν ὁ τῆς θέ̣[σε]- | |
ως ἐργώνης, ἕτερον ἀποκαταστήσει δόκιμον τοῖς ἰδίοις ἀν[η]- | |
[λώμα]σιν, οὐθὲν ἐπικωλύοντα τὸ ἔργον· ὁ δὲ διαφθαρεὶς λίθος [ἱερὸς] | |
15 | [ἔστω]. ἂν δὲ μὴ ἀποκαθιστῆι τὸν ἀντὶ τοῦ διαφθαρέντος λίθον ἐ[άν τε] |
[μὴ ἀκῆτ]αι τὸ καταβλαφθέν, καὶ ταῦτα ἐπεγδώσουσιν οἱ ναοπ[οι]- | |
[οί, τὸ δὲ] γενόμενον ἀνήλωμα εἰς ταῦτα ἀποτείσ[ε]ι αὐτὸ καὶ [ἡ]- | |
[μιόλιον] ὁ ἐργώνης καὶ οἱ ἔγγυοι. ἐὰν δὲ κατὰ φυὴν ἢ κατ’ ἄλλο τ[ι τῶν] | |
[γεγρ]αμμένων ἐγκλημάτων διαφθαρῆι τις τῶν λίθων, ἀζή[μιος] | |
20 | [ἔσ]τω κατὰ τοῦτο ὁ τῆς θέσεως ἐργώνης. τὰ δὲ ἐπιτίμ[ια] |
μὲν ἅπαντα ἐάν τινα γίνηται ἐπὶ τοῖς ἔργοις τοῖς [ἐκδι]- | |
[δομένοις κ]ατὰ τὴ[ν συγγραφὴ]ν̣ πράξουσιν [οἱ ναοποιοὶ — —]. |