[ ] Boiotia — Lebadeia — 2nd c. BC
See also:
col. I.1 [— — — — — — — τῶν ἔ]ργων τὸ ἐπίπεμπτον ἀποτείσε[ι]
[ὁ ἐργώνης· τοῦτο δὲ κ]αὶ τὸ ὑπερεύρεμα, καὶ ἐάν τι ἄλλο
[ἀργύριον ἐκ τῶ]ν̣ ἐπιτιμίων προσγένηται αὐτῷ, ἅπαν-
τα πράξ[ουσιν] οἱ ναοποιοὶ τὸν ἐργώνην καὶ τοὺς ἐγγύους·
5 ἐὰν δὲ μὴ δύνωνται, εἰς τὸ λεύκωμα ἐκγράψουσιν. ἐγ-
δίδομεν δὲ τὸ ἔργον ὅλον πρὸς χαλκόν, τὰς μὲν στή-
λας καὶ τοὺς θριγκοὺς πρὸς λίθον ἐφ’ ὡμαλίαν ὅτι ἂν εὕ-
ρωσιν, τοὺς δ’ ὑποβατῆρας ἐν προσέργωι ποιήσει. τῶν
δὲ πώρων ὑποτίμημα λήψεται τοῦ λίθου ἑκάστου δρα-
10 χμὰς πέντε, ὅσους ἂν παρίσχηι, τῶν δὲ γραμμάτων
τῆς ἐγκολάψεως καὶ     ἐγκαύσεως στατῆρα καὶ
τριώβολον τῶν χιλίων γραμμάτων. ἐργᾶται δὲ συνε-
χῶς μετὰ τὸ τὴν δόσιν λαβεῖν ἐντὸς ἡμερῶν δέκα
ἐνεργῶν τεχνίταις ἱκανοῖς κατὰ τὴν τέχνην μὴ ἔ-
15 λαττον ἢ πέντε. ἂν δέ τι μὴ πείθηται τῶν κατὰ τὴν
συγγραφὴν γεγραμμένων ἢ κακοτεχνῶν τι ἐξελέγχη-
ται, ζημιωθήσεται ὑπὸ τῶν ναοποιῶν καθότι ἂν φαίνη-
ται ἄξιος εἶναι μὴ ποιῶν τῶν κατὰ τὴν συγγραφὴν γε-
γραμμένων. καὶ ἐάν τις ἄλλος τῶν συνεργαζομένων ἐξε-
20 λέγχηταί τι κακοτεχνῶν, ἐξελαυνέσθω ἐκ τοῦ ἔργου καὶ
[μ]ηκέτι συνεργαζέσθω· ἐὰν δὲ μὴ πείθηται, ζημιωθήσε-
ται καὶ οὗτος μετὰ τοῦ ἐργώνου, ἐὰν δέ που παρὰ τὸ ἔρ-
  γον συνφέρηι τινὶ μέτρωι τῶγ γεγραμμένων προσλι-
πεῖν ἢ συνελεῖν, ποιήσει ὡς ἂν κελεύωμεν. μηδὲ ἀπολε-
25 λύσθωσαν ἀπὸ τῆς ἐργωνίας οἱ ἐξ ἀρχῆς ἔγγυοι καὶ ὁ ἐρ-
γώνης, ἄχρι ἂν ὁ ἐπαναπριάμενος τὰ παλίνπωλα τοὺς
ἐγγύους ἀξιοχρέους κ̣αταστήσηι· περὶ δὲ τῶν προπε-
ποιημένων οἱ ἐξ ἀρχῆς ἔ̣γγυοι ἔστωσαν ἕως τῆς ἐσχά-
της δοκιμασίας. μηδὲ καταβλαπτέτω μηθὲν τῶν ὑπαρ-
30 χόντων ἔργων ἐν τῶι ἱερῶι ὁ ἐργών̣η̣ς· ἐὰν δέ τι καταβλά-
ψηι, ἀκείσθω τοῖς ἰδίοις ἀνηλώμασιν δοκίμως ἐγ χρόνωι
ὅσωι ἂν οἱ ναοποιοὶ τάξωσιν· καὶ ἐάν τινα ὑγιῆ λίθον δια-
φθείρηι κατὰ τὴν ἐργασίαν ὁ τῆς θέσεως ἐργώνης, ἕτε-
ρον ἀποκαταστήσει δόκιμον τοῖς ἰδίοις ἀνηλώμασιν οὐ-
35 θὲν ἐπικωλύοντα τὸ ἔργον, τὸν δὲ διαφθαρέντα λίθον ἐξ-
άξει ἐκ τοῦ ἱεροῦ ἐντὸς ἡμερῶν πέντε, εἰ δὲ μή, ἱερὸς ὁ λίθος
ἔσται. ἐὰν δὲ μὴ ἀποκαθιστῆι ἢ μὴ ἀκῆται τὸ καταβλα-
φθέν, καὶ τοῦτο ἐπεγδώσουσιν οἱ ναοποιοί, ὅτι δ’ ἂν εὕρηι,
τοῦτο αὐτὸ καὶ ἡμιόλιον ἀποτείσει ὁ ἐργώνης καὶ οἱ ἔγ-
40 γυοι. ἐὰν δὲ κατὰ φυὰν διαφθαρῆι τις τῶν λίθων, ἀζήμιος ἔσ-
τω κατὰ τοῦτον ὁ τῆς θέσεως ἐργώνης. ἐὰν δὲ πρὸς αὑ-
τοὺς ἀντιλέγωσιν οἱ ἐργῶναι περί τινος τῶν γεγραμμέ-
νων, διακρινοῦσιν οἱ ναοποιοὶ ὀμόσαντες ἐπὶ τῶν ἔργων, πλεί-
ονες ὄντες τῶν ἡμίσεων, τὰ δὲ ἐπικριθέντα κύρια ἔστω.
45 ἐὰν δέ τι ἐπικωλύσωσιν οἱ ναοποιοὶ τὸν ἐργώνην κατὰ
τὴν παροχὴν τῶν λίθων, τὸν χρόνον ἀποδώσουσιν, ὅσον ἂν
ἐπικωλύσωσιν. ἐγγύους δὲ καταστήσας ὁ ἐργώνης κατὰ
τὸν νόμον λήψεται τὴν πρώτην δόσιν, ὁπόσου ἂν ἐργωνή-
σηι, πασῶν τῶν στηλῶν καὶ τῶν θριγκῶν τῶν ἐπὶ ταύτας
50 τιθεμένων, ὑπολιπόμενος παντὸς τὸ ἐπιδέκατον· ὅταν δὲ
ἀποδείξηι πάσας εἰργασμένας καὶ ὀρθὰς πάντηι καὶ τέλος
[ἐ]χούσας κατὰ τὴν συγγραφὴν καὶ μεμολυβδοχοημένας ἀ-
ρεστῶς τοῖς ναοποιοῖς καὶ τῶι ἀρχιτέκτονι, λήψεται τὴν
δευτέραν δόσιν πάντων τῶν γραμμάτων τῆς ἐπιγραφῆς
55 ἐκ τοῦ ὑποτιμήματος πρὸς τὸν ἀριθμὸν τὸν ἐκ τῶν ἀντι-
γράφων ἐγλογισθέντα, ὑπολιπόμενος καὶ τούτου τὸ ἐπιδέ-
κατον· καὶ συντελέσας ὅλον τὸ ἔργον, ὅταν δοκιμασθῆι, κομι-
σάσθω τὸ ἐπιδέκατον τὸ ὑπολειφθὲν καὶ τῶν πώρων τὸ ὑπο-
τίμημα, ὅσους ἂν θῆι, καὶ ὅσα ἂν γράμματα ἐπιγράψηι
60 μετὰ τὸ τὴν δόσιν λαβεῖν κομισάσθω καὶ τούτων, ὅταν καὶ τὸ ἐ-
πιδέκατον λαμβάνηι, ἐὰν μή τι εἰς τὰ ἐπιτίμια ὑπολογισθῆι αὐ-
τῶι. ἐὰν δέ τι πρόσεργον δῆι γενέσθαι συμφέρον τῶι ἔργωι,
ποιήσει ἐκ τοῦ ἴσου λόγου καὶ προσκομιεῖται τὸ γινόμενον αὐτῶι,
ἀποδείξας δόκιμον. ἐὰν δὲ ὁ τόπος ἀνακαθαιρόμενος μα-
65 λακὸς εὑρίσκηται, προσστρώσει πώροις ὅσοις ἂν χρεία ἦι, καὶ
προσκομιεῖται καὶ τούτου τὸ γινόμενον αὐτῶι μετὰ τοῦ
ἐπιδδεκάτου. ἐπιθήσει δὲ καὶ ἐπὶ τὰς στήλας τὰς ὑπαρχού-
σας θριγκοὺς ἕνδεκα, προεπικόψας τὰς στήλας, ἐπιλαβὼν
ὅσον ἂν κελεύωμεν, πρὸς τὴν περιτένειαν τὴν δοθεῖσαν.
70 ἐξελεῖ δὲ καὶ τὰ δέματα τὰ ὑπάρχοντα ἐν ταῖς στήλαις, ὅσα
ἂν ὑπερέχηι καὶ κωλύηι αὐτὸν ἐν τῆι ἐπικοπῆι, καὶ τρήσας βα-
θύτερα καθαρμόσει καὶ περιμολυβδοχοήσει δοκίμως. ἐμβαλεῖ
δὲ καὶ εἰς τούτους γόμφους δέματα καὶ περιμολυβδοχοήσει καὶ ἐρ-
[γᾶ]ται πάντα καθὼς καὶ περὶ τῶν ἐπάνω γέγραπται. ἐκγδ<ί>δομεν δὲ
75 καὶ τούτους τοὺς θριγκοὺς τοὺς μὲν ἑκπέδους καὶ πενταπέδους
τοῦ ἴσου ὅσον ἂν καὶ οἱ λοιποὶ εὕρωσιν, τοὺς δὲ τριπέδους τοὺς
τέτταρας σύνδυο εἰς τὸν θριγκὸν ἀπομετρησόμεθα. λήψε-
ται δὲ καὶ τούτων τῶν θριγκῶν τὴν δόσιν, ὅταν ἐπιδείξηι
τὰς στήλας ε<ἰ>ργασμένας καὶ κειμένας καὶ μεμολυβδοχοη-
80 μένας καὶ τοὺς θριγκοὺς τοὺς ἐπὶ ταύτας τιθεμένους δε-
δεμένους κατὰ κεφαλήν, λήψεται καὶ τούτων τὴν δόσιν, ὑπολι-
πόμενος τὸ ἐπιδέκατον, καθὼς καὶ περὶ τῶν ἐπάνω γ[έ]γραπται.
ὅταν δὲ συνθῆι τοὺς θριγκοὺς καὶ ἀποδείξηι κειμένους,
μεμολυβδοχοημένους, τέλος ἔχοντας, δεδεμένους κατὰ
85 κεφαλήν, συμφωνοῦντας πρὸς ἀλλήλους δοκίμως, ἔπειτεν
ἐγνιτρώσει τὰς στήλας καὶ ἀποδώσει τὰ γράμματα καθαρὰ
καὶ ἐκπλυνεῖ ἕως ἂν κελεύωμεν. τὰ δὲ ἄλλα, ὅσα μὴ ἐν τῆι
συγγραφῆι γέγραπται, κατὰ τὸν κατοπτικὸν νόμον καὶ να-
οποϊκὸν ἔστω.                                             εἰς τὸν ναὸν τοῦ
90 Διὸς τοῦ Βασιλέως εἰς τὴν ἔξω περίστασιν τοῦ σηκοῦ
τῶν εἰς τὴν μακρὰν πλευρὰν καταστρωτήρων ἐργα-
σία καὶ σύνθεσις.       ὁ ἐργωνήσας παρὰ τῶν ναοποιῶν
εἰς τὸν ναὸν τοῦ Διὸς τοῦ Βασιλέως εἰς τὴν ἔξω περί-
στασιν τοῦ σηκοῦ τῶν εἰς τὴν μακρὰν πλευρὰν τοῦ
col. II.95 {τοῦ} τόπου τοῦ πρὸς μεσημβρίαν βλέποντος καταστρω[τήρων πέ]-
τρας τῆς σκληρᾶς τῆς Λεβαδειικῆς τὴν ἐργασίαν κα[ὶ σύνθε]-
σιν πλῆθος δεκατρεῖς, μέτρα δὲ τούτων ἔσται μῆκος κ̣[αὶ]
πλάτος καὶ πάχος ἀκό{Υ}λουθοι {²⁶ἀκόλουθοι}²⁶ τοῖς κειμένοις καὶ τέλος ἔ-
χουσιν ἐν τῆι μακρᾶι πλευρᾶι, πρὸς οὓς οὗτοι τίθενται. παρα-
100 λαβὼν δὲ ὁ ἐργώνης τοὺς λίθους παρὰ τὸν ναόν, οὗ καὶ [ἐδοκ]-
ιμάσθησαν, ὑγιεῖς, τὰ μέτρα ἔχοντας, ἐκποιοῦντας πρὸς
τὰ μεγέθη τὰ γεγραμμένα, πρῶτον μὲν ἐργᾶται τῶν λίθων
πάντων τὰς βάσεις ὀρθάς, ἀστραβεῖς, ἀρραγεῖς, συμμίλτους
ἀπὸ ξοΐδος χαρακτῆς πυκνῆς ἐπηκονημένης τὰ ἐπιβαί-
105 νοντα πάντα ἐπὶ τοὺς κρατευτὰς καὶ ἐπὶ τὴν ὑπευθυντη[ρί]-
αν μὴ ἔλαττον ἢ ἐπὶ δύο πόδας, ἐκ τοῦ προσιόντος ἁρμοῦ, τὰ
δὲ μέσα συνψαύοντα ἀπὸ ξοΐδος χαρακτῆς τραχείας, ποι-
ῶν ὀρθὰ πάντα πρὸς κανόνα διηνεκῆ μὴ ἐλάττω τοῦ ἐν-
εργουμένου λίθου, πλάτος μὴ στενότερον δακτύλων ἕξ,
110 ὕψος ἡμιποδίου. ὑποτεμεῖ δὲ τῶν καταστρωτήρων πάν-
των ἐγ βάσεως τὸ ἐπὶ τὴν ὑπευθυντηρίαν ἐπιβαῖνον ἐ-
κ τοῦ ἀπιόντος ἁρμοῦ πλάτος καὶ βάθος τὸ δειχθέν, ἐρ-
γαζόμενος τὰς ὑποτομὰς καθὼς καὶ περὶ τῶν βάσεων
γέγραπται, χάλασμα ποιῶν ἐν τῆι ὑποτομῆι τῆι παρὰ τὴ[ν]
115 ὑπευθυντηρίαν μὴ πλέον δακτυλίσκου. ἐργᾶται δὲ καὶ
τοὺς ἁρμοὺς πάντας τοὺς ἀπιόντας τῶν καταστρωτή-
ρων συμμίλτους, ὀρθούς, ἀστραβεῖς, ἀρραγεῖς, καθέτο<υ>ς, εὐ-
γωνίους πρὸς τὸ προσαγωγεῖον, στερεούς, κύκλωι τὰ τρία
μέρη μὴ ἔλαττον δακτύλων ἐννέα ἀπὸ λειστρίου λείου ἐ-
120 πηκονημένου, μιλτολογῶν δοκίμως, τὰ δὲ μέσα συν-
ψαύοντα ἀπὸ ξοΐδος χαρακτῆς τραχείας, καὶ ἀναθυρώ-
σει τοὺς ἁρμοὺς πάντας τοὺς ἀπιόντας κανόν[ι λιθί]-
νωι μιλτολογῶν δοκίμως, ἀναξέων τοὺς καν[όνας]
πάντας, ὁσάκις ἂν κελεύωμεν, πρὸς τὸν κανόν[α τὸν λίθινον]
125 τὸν ἐν τῶι ἱερῶι ὑπάρχοντα δοκίμως. ἀποξέσ[ει δὲ πρὸς]
τοὺς ἁρμοὺς τῶν καταστρωτήρων τοὺς ἀπιό[ντας τοὺς τῶν]
    κειμένων καὶ τέλος ἐχόντων, πρὸς οὓς μ[έλλει αὐτοὺς]
τιθέναι, ἐκτείνας τὴν λινέην κατὰ κεφαλὴν̣ [— — — — —]-
νείου ἐν ὀρθῶι [ἀρι]στεραχόθεν καὶ τοῦ προδόμ[ου τῆς]
130 μακρᾶς πλευρᾶς καὶ γραμμὰς καταγραψάμε[νος παρόν]-
τος τοῦ ἀρχιτέκτονος ἀφελέτω τὸ πρόσεργον [τὸ ὑπάρχ]-
ον ἀπὸ κολαπτῆρος, πλάτος ποιῶν τὸ δοθέν, ποι[ῶν πάντα]
ὀρθά, ὀξυώρια, καὶ μιλτολογησάτω τὴν ἄκραν πάν[των τῶν]
λίθων τῶν κειμένων τῶ[ν] τρεισκαίδεκα πρὸς κ[ανόνα]
135 μακρόν, μὴ ἐλάττονα ποδῶν εἴκοσι, πάχος ἓξ δακ̣[τύλων],
ὕψος ἡμιποδίου, μιλτολογῶν ἀπὸ λειστρίου λείου ἐ[πηκονη]-
μένου, ποιῶν ὀρθά, ἀρραγῆ, σύμμιλτα, βάθος μὴ ἔλατ[τον ἐννέα]
δακτύλους, πρῶτον διαξέσας σημείας παρὰ το[ὺς ἁρμοὺς]
καθ’ ἕκαστον τῶν λίθων ἐν ὀρθῶι πρὸς τὸ προσαγ̣[ωγεῖον]
140 καὶ τὴν γραμμὴν τὴν καταγραφεῖσαν, πρὸς ἣν [παραξέ]-
σει τὴν παραξοήν. παραξέσει δὲ καὶ τὴν ἐν τῶι πρ[οδόμῳ γραμ]-
μὴν ὡσαύτως· ἔπειτεν ἀναθυρώσει τοὺς ἁρμοὺ[ς πρὸς τὸν]
κανόνα τὸν λίθινον τῶν κειμένων καταστρωτ[ήρων, πρὸς]
οὓς μέλλει τιθέναι, καθὼς καὶ περὶ τῶν ἀπιόντων [ἁρμῶν]
145 γέγραπται. ὅταν δὲ μέλληι τιθέναι τοὺς λίθους, πρ[οεπικόψει]
τοὺς κρατευτὰς κατὰ κεφαλὴν καὶ τὴν ὑπευθυντη[ρίαν, τοὺς]
μὲν κρατευτὰς ἀπὸ ξοΐδος πυκνῆς χαρακτῆς ἐπη̣[κονημέ]-
νης, τὴν δὲ ὑπευθυντηρίαν ἀπὸ ξοΐδος ἀρτιστόμο[υ, ἀκολού]-
θως τοῖς κειμένοις καὶ τέλος ἔχουσιν, καὶ ἀποδείξ[ει ἐπικε]-
150 κομμένα δοκίμως· εἶτεν θήσει τοὺς καταστρωτῆρ[ας, ἐργα]-
ζόμενος καθὼς γέγραπται, ἀρχόμενος τῆς θέσεω[ς ἀριστε]-
ραχόθεν, ὡς ἂν αὐτῶι δειχθῆι, ἕνα ἀμφ’ ἁρμόν, ἐμβα[λὼν — —]-
ψος ἐπίσφηνον, κατὰ κεφαλὴν δὲ στοιχοῦντα τ[οῖς κειμένοις]
καὶ τέλος ἔχουσιν, καὶ ἐλαίωι δὲ καθαρῶι πρὸς πάν[τας τοὺς κα]-
155 νόνας χρήσεται καὶ μίλτωι Σινωπίδι· ἐὰν δὲ μὴ χ[ρῆται μίλ]-
τωι Σινωπίδι ἢ ἐλαίωι καθαρῶι, ζημιωθήσεται ὑπ[ὸ τῶν ναο]-
ποιῶν καὶ βοιωταρχῶν, καὶ οὐ πρότερον αὐτῶι λί[θος οὐδεὶς]
κατακλεισθήσεται, ἕως ἂν ἐπιδείξηι τοῖς ναοπο[ιοῖς χρησά]-
μενος μίλτωι Σινωπίδι δοκίμωι καὶ ἐλαίωι καθαρῶ[ι· ἐπιδεί]-
160 ξει δὲ τὴν μὲν ἐργασίαν καὶ τὴν σύνθεσιν τῶι ἀρχιτέκ̣[τονι, τῷ δ’ ὑ]-
παρχιτέκτονι τῶν λίθων πάντων τοὺς ἁρμοὺς καὶ τ[ὰς βά]-
σεις, ἅμα τριμματολογῶν τὰς μὲν βάσεις ἐκ χλόης ἐλ̣[αίας],
ἐν ταῖς ἰδίαις χώραις βεβηκότας ὅλους ἀσχάστους, ἀνε[γκλή]-
τους, ἀνυποπάστους, ὁμοτριβοῦντας, διακρούων τὰ δ[ιάκε]-
165 να τῶν τριμμάτων τὰ μὲν εἰς τοὺς κρατευτὰς ἀπὸ ξοΐδ[ος χα]-
ρακτῆς πυκνῆς ἐπηκονημένης, τὸ δὲ ἐπὶ τὴν ὑπευθυν[τηρί]-
αν ἀπὸ ξοΐδος ἀρτιστόμου· τοὺς δὲ ἁρμοὺς ἐξ ἐλαίου κ[— — —]-
βδίου ἀπὸ λειστρίου λείου ἐπηκονημένου· ὅταν δὲ συντε[λέσῃ]
τὸν ἁρμὸν ἐγνιτρώσας καὶ ἐκπλύνας ὕδατι καθαρῶι, ἔπ̣[ειτεν]
170 κατακλειέτω. τὴν δὲ ἐμβολὴν τῶν γόμφων καὶ τῶν δ[εμάτων]
καὶ τῶν π[ε]λεκίνων καὶ τὸν σταθμὸν τούτων καὶ τὴν μ[ολυβδο]-
χοΐαν πᾶ[σ]αν <ἐπιδείξει> τοῖς ναοποιοῖς παρὼν αὐτὸς ὁ ἐργώνης, ἀ[νεπί]-
δεικτον δὲ μηδὲν κατακλειέτω· ἐὰν δέ τι κατακλείση[ι, πάλιν]
τε ἐξ ἀρχῆς ἄρας ποιήσει καὶ ζημιωθήσεται ὑπὸ τῶν ναοπ[οιῶν]
175 καὶ βοιωταρχῶν καθ’ ὅτι ἂν φαίνηται ἄξιος εἶναι μὴ ποιῶν [τῶν ἐν]
τῆι συγγραφῆι γεγραμμένων. καὶ ἐάν τις ἄλλος τῶν συ[νεργα]-
ζομένων ἐξελέγχηταί τι κακοτεχνῶν, ἐξελαυνέσθω ἐ[κ τοῦ]
ἔργου καὶ μηκέτι συνεργαζέσθω· ἐὰν δὲ μὴ πεί[θ]ηται, ζη[μιωθή]-
σεται καὶ οὗτος μετὰ τοῦ ἐργώνου. καὶ οὐ πρότερον οὐδέν[α μο]-
180 λυβδοχοήσει λίθον, ἕως ἂν ποιήσηι τὰ γεγραμμένα. ἐὰν δὲ π̣[αρὰ]
τὸ ἔργον συμφέρηι τινὶ μέτρωι τῶν γεγραμμένων προσλ[ιπεῖν ἢ]
συνελεῖν, ποήσει ὡς ἂν κελεύωμεν. ὅταν δὲ συνθῆι π[άντας]
τοὺς καταστρωτῆρας, ἐπικοψάτω κατὰ κεφαλὴν ἀκολούθ[ως τοῖς]
κειμένοις καὶ τέλος ἔχουσιν, καὶ μιλτολογησάτω ἀπὸ ξοΐδ[ος χαρα]-
185 κτῆς δοκίμως τῶι μακρῶι κανόνι διακολαπτηρίζων τού[τους]
κύκλωι πάντας, διαβητιζόμενος κατὰ κεφαλὴν ἀπὸ τῆς ὑ[παρχού]-
σης περιτενείας τῶν καταστρωτήρων, κύβους κατασκευ[ασάμε]-
νος ξύλων ξηρῶν ἀγριελαΐνων καὶ ἀποδείξας ὀρθὰ καὶ σύμ[μιλτα].
Search Help
Contact Us