1 | Μινακὼ Λίβυος |
χρηστή. | |
εἴ τις ὅλως γέγονεν χρηστὴ γυνή, ἥδ’ ἐγώ εἰμι, | |
πρός τε δικαιοσύ[ν]ην καὶ τοῖς ἄλλοισιν ἅπασιν· | |
5 | οὖσα δὲ τοιαύτη χάριν οὐ δικαίαν κεκόμισμαι |
οὔτε παρ’ ὧν ωἴμην οὔτε ἀπὸ δαιμονίου. | |
[οὐδ’ ἄτ]α̣φ̣ος ἀπὸ μητρὸς ἐμῆς καὶ πατρὸς ἄπιμι· | |
[τέκνα δ’ ἐμὰ κρύ]πτω, οἵας χάριτας μοι ἀπέδ<ω>κα[ν], | |
[ἀνθ’ ὧν ἤμελλον π]αρὰ τῶν παίδων κομίσεσθαι. |
IG II²
12141