(I)[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — δί]- | |
1 | καιον, ὁπότε ὑμεῖς οὐκ [ἐ]πείθεσθε τοῖς κριθεῖσιν, ἀλλὰ εἰσῄειτε εἰς τὴν ἐκείνων χώραν̣, |
κἀκείνους ἰς τὸ μὴ περ[ι]ορᾶν ὑμᾶς νέμοντας τρέπεσθαι. πόσον δέ ἐστιν τὸ ὀφειλόμε̣- | |
νον τέλος ἢ τίνα εἰσὶν ἃ κατεσχήκασιν ὑμῶν Κορωνεῖς ἐνέχυρα, Ἀριστώνυμος | |
ὁ αὐτὸς κρινεῖ. ❦ εὐτυχεῖτε. ❦ (II) Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Ἁδριανοῦ υἱός, θεοῦ Τραϊανοῦ Παρθι- | |
5 | κοῦ υἱωνός, θεοῦ Νέρουα ἔκγονος, Τίτος Αἴλιος Ἁδριανὸς Ἀντωνεῖνος Σεβαστός, ἀρχιερεὺς μέγιστος, |
δημαρχικῆς ἐξουσίας τὸ γ, ὕπατος γ, πατὴρ πατρίδος, Κορωνέων τοῖς ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δή- | |
μῳ χαίρειν· καὶ τοῦ θεοῦ πατρός μου δικαίως μεμνημένοι καὶ τῆς ἐμῆς ἀρχῆς κατὰ τὸ προσῆκον | |
ἐπῃσθημένοι καὶ ὑπὲρ τοῦ υἱοῦ μου προθύμως συνηδόμενοι πρέποντα Ἕλλησιν ἀνθρώποις ποιεῖ- | |
τε. ἐπρέσβευεν Δημήτριος Διονυσίου, ᾧ τὸ ἐφόδιον δοθήτω, εἰ μὴ προῖκα ὑπέσχετο· ❦ εὐτυχεῖτε. ❦ | |
10 | (III) Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Ἁδ[ρι]ανοῦ υἱός, θεοῦ Τραϊανοῦ Παρθικοῦ υἱωνός, θεοῦ Νέρουα ἔκγονος, Τί- |
τος Αἴλιος Ἁδριανὸς Ἀντωνε̣[ῖ]νος Σεβαστός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ ιη, αὐτο- | |
κράτωρ τὸ β, ὕπατος τὸ δ, πατὴρ πατρίδος, Κορωνέων τοῖς ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαί- | |
ρειν· ❦ τῆς ἀποφάσεως ἣν ἐ[π]οιησάμην μεταξὺ ὑμῶν καὶ Θισβέων ἀντίγραφον ὑμεῖν ἔπενψα, ἐ- | |
πέστειλα δὲ καὶ Μεστρίῳ Ἀρισ[τ]ωνύμῳ ἀπομετρῆσαι τὰ πλέθρα Θισβεῦσιν, ἃ προσέταξεν αὐτοῖς ὁ | |
15 | θεὸς πατήρ μου παραδοθῆ[ναι], τῆς δὲ ἔξωθεν χώρας εἴ τινα Θισβεῖς ἐπινέμοιεν πείθοντες ὑμᾶς, |
δώσουσι μὲν νόμιον τέλο̣[ς, ἂ]ν̣ δὲ καὶ ἀποδῶσιν, ὅσον ἂν ὑπὲρ τοῦ χρόνου τοῦ παρελθόντος ὀφ[εί]- | |
λειν αὐτοὺς κριθῇ, δηλονότ̣[ι] ὑμεῖς τὰ ἐνέχυρα αὐτοῖς ἀποδώσετε. ❦ ἐπρέσβευον Αἴλιος Γλύκω[ν] | |
καὶ Διονύσιος Διονυσοδώρου, ο̣[ἷς τὸ] ἐφόδιον δοθήτω, εἰ μὴ προῖκα ὑπέσχηνται. ❦ εὐτυχεῖτε. ❦ |
IG VII
2870