[ ] Boiotia — Koroneia — 155 AD
See also:
(I)[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — δί]-
1 καιον, ὁπότε ὑμεῖς οὐκ [ἐ]πείθεσθε τοῖς κριθεῖσιν, ἀλλὰ εἰσῄειτε εἰς τὴν ἐκείνων χώραν̣,
κἀκείνους ἰς τὸ μὴ περ[ι]ορᾶν ὑμᾶς νέμοντας τρέπεσθαι. πόσον δέ ἐστιν τὸ ὀφειλόμε̣-
νον τέλος ἢ τίνα εἰσὶν ἃ κατεσχήκασιν ὑμῶν Κορωνεῖς ἐνέχυρα, Ἀριστώνυμος
ὁ αὐτὸς κρινεῖ. ❦ εὐτυχεῖτε. ❦ (II) Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Ἁδριανοῦ υἱός, θεοῦ Τραϊανοῦ Παρθι-
5 κοῦ υἱωνός, θεοῦ Νέρουα ἔκγονος, Τίτος Αἴλιος Ἁδριανὸς Ἀντωνεῖνος Σεβαστός, ἀρχιερεὺς μέγιστος,
δημαρχικῆς ἐξουσίας τὸ γ, ὕπατος γ, πατὴρ πατρίδος, Κορωνέων τοῖς ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δή-
μῳ        χαίρειν·       καὶ τοῦ θεοῦ πατρός μου δικαίως μεμνημένοι καὶ τῆς ἐμῆς ἀρχῆς κατὰ τὸ προσῆκον
ἐπῃσθημένοι καὶ ὑπὲρ τοῦ υἱοῦ μου προθύμως συνηδόμενοι πρέποντα Ἕλλησιν ἀνθρώποις ποιεῖ-
τε.        ἐπρέσβευεν Δημήτριος Διονυσίου, ᾧ τὸ ἐφόδιον δοθήτω, εἰ μὴ προῖκα ὑπέσχετο· ❦ εὐτυχεῖτε. ❦
10 (III) Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Ἁδ[ρι]ανοῦ υἱός, θεοῦ Τραϊανοῦ Παρθικοῦ υἱωνός, θεοῦ Νέρουα ἔκγονος, Τί-
τος Αἴλιος Ἁδριανὸς Ἀντωνε̣[ῖ]νος Σεβαστός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ ιη, αὐτο-
κράτωρ τὸ β, ὕπατος    τὸ δ, πατὴρ πατρίδος, Κορωνέων τοῖς ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαί-
ρειν· ❦  τῆς ἀποφάσεως ἣν ἐ[π]οιησάμην μεταξὺ ὑμῶν καὶ Θισβέων ἀντίγραφον ὑμεῖν ἔπενψα, ἐ-
πέστειλα δὲ καὶ Μεστρίῳ Ἀρισ[τ]ωνύμῳ ἀπομετρῆσαι τὰ πλέθρα Θισβεῦσιν, ἃ προσέταξεν αὐτοῖς ὁ
15 θεὸς πατήρ μου παραδοθῆ[ναι], τῆς δὲ ἔξωθεν χώρας εἴ τινα Θισβεῖς ἐπινέμοιεν πείθοντες ὑμᾶς,
δώσουσι μὲν νόμιον τέλο̣[ς, ἂ]ν̣ δὲ καὶ ἀποδῶσιν, ὅσον ἂν ὑπὲρ τοῦ χρόνου τοῦ παρελθόντος ὀφ[εί]-
λειν αὐτοὺς κριθῇ, δηλονότ̣[ι] ὑμεῖς τὰ ἐνέχυρα αὐτοῖς ἀποδώσετε. ❦ ἐπρέσβευον Αἴλιος Γλύκω[ν]
καὶ Διονύσιος Διονυσοδώρου, ο̣[ἷς τὸ] ἐφόδιον δοθήτω, εἰ μὴ προῖκα ὑπέσχηνται. ❦   εὐτυχεῖτε. ❦
Search Help
Contact Us