[ ] Boiotia — Hyettos — after 212 AD
See also:
face a.1                          ἀγαθῆ[ι] τύχηι.
                           vacat
2 [ἔ]δοξεν τῇ ἱερᾷ γερουσίᾳ τοῦ Σωτῆρος
[Ἀ]σκληπιοῦ, ἐν κοινῷ στήλην ἀναγρα-
[φ]ῆναι, ἐν ᾗ στήλῃ εἶναι τὰ ὑπογεγραμμέ[να]·
5 [ἀ]ν̣τὶ πολλῶν καὶ μεγάλων, ὧν εὐεργετή-
θη παρὰ τοῦ θεοῦ, ὁ μνήμης ἀρίστης
Ἰούλιος Ἀριστέας ἐχαρίσατο διὰ τοῦ
θεοῦ τῇ γερουσίᾳ χωρείδιον στυφλά̣-
ριον πλ(έθρων) ὀκτώ, τόπῳ συΐ, ᾧ γείτονες  ἀ-
10 πὸ μὲν ἠοῦς ∙ Αὐρ(ήλιος) ∙ Θάλαμος καὶ πρόστ̣[υ]-
λον τῶν Καλλίστης κληρονόμων, vacat
ἀπὸ δὲ ἄρκτου ∙ Αὐρ(ήλιος) ∙ Θεόδωρος, ἀπὸ
δὲ δύσεως οἱ Ἀρέσκοντος Ὁλμωνί-
ου κληρονόμοι, ἀπὸ δὲ μεσημβρίας
15 Σύμφορος Ὁλμώνιος καὶ οἱ Νεικοστρά-
του τοῦ Ζωπύρου κληρονόμοι, ἐπὶ τῷ
φυτεῦσαι τοὺς γερουσιαστὰς καὶ ἔχε[ιν]
αἰώνιον καὶ ἀναφαίρετον #⁵⁶
ὁμοίως ἔδοξεν κατὰ τὴν αὐτὴν ε[ἰσ]-
20 ήγησιν ἀναγρ]φῆναι καὶ ἕτερον χω̣-
ρίον, ὃ ἔδωκεν τῇ ἱερᾷ γερουσίᾳ ὁ ἀξ[ι]-
ολογώτατος ∙ Αὐρ(ήλιος) ∙ Μενεκράτης Ἐ̣-
ρατωνιανὸς ἀπ’ εὐεργεσίας ὁμο[ί]-
ας, ἀμπελικόν, τόπῳ ἱπποβότῳ, πλ(έθρων)
25 [ἕ]ξ, ᾧ γείτον̣[ε]ς [ἀπ]ὸ μὲν ἀνατολῆς [ο]-
[ἱ] Ἐπαφρᾶ κληρ(ονόμοι), ἀπὸ δὲ μεσημβρία[ς]
[Ε]ὐβουλᾶς Φύλακος, ἀπὸ δὲ δύσεως [Φ]-
ίλιππος Θεοδώρου, ἀπὸ δὲ ἄρκτο[υ κ]-
[ε]νὸν ἐδά[φι]ον τὸ καλούμενον ἅ[λω]-
30 [ς] Ἄρεος, ἐ[πὶ] τῷ καὶ αὐτὸ εἶναι τῆς γε[ρ]-
[ο]υσίας αἰώνιον. ❦ εἰσὶν δὲ οἱ γερου̣[σι]-
[α]σταὶ οἵδε ∙ Αὐρήλιοι ∙ προστ[άτ]-
ης Τειμοκράτης Χαρικλέους, Ἰού(λιος)
Αὐρ(ήλιος) Ἐρατωνιανός #⁵⁶ Μεγιστᾶς Ͻ,
35 Ἐπαφρόδειτος Μεγιστᾶ #⁵⁶ Κόσμος Ἐ-
παφροδείτου ∙ Σωσίβιος ∙ Χαρικλέους,
Ἐπίκτητος Κόσμου ∙ Με[νε]κράτης Ͻ,
ΞΟΥΧΗΡ[— —]#⁷ΙΚ[— — — — —]
face b.1 δοξεν οὖν τῇ γε-
ρουσίᾳ, εἴ τις τ<ῶ>[ν ἀ]ν<δ>ρῶ[ν]
[τούτ]ω̣ν [ἀ]<ποθ>άνοι {[ε]ν}, τούτου
[τ]ν̣ {Η} υ̣ἱ̣ῶν αὐτοῦ γείνεσθα[ι],
5 [ὃ]ν [ἂ]ν ἡ γερου<σί>α ἕληται· ἐ̣ὰν
δὲ μὴ ἔχῃ παιδί[α], τῶν ἐγγ-
[ύτα]τα συνγενῶν ὃς εἰσιὼν
[δώ]σει τῇ γερουσίᾳ 𐆖 νʹ.
[ἂ]ν̣ δέ τις ἔξωθεν δοκιμα-
10 [σθ]ῇ ὑπὸ τῆς γερουσίας, εἰ-
[σ]φερέτω εὐθέως τῇ γερου-
σίᾳ 𐆖 ἑκατόν ∙ ἐγράφη
ἄρχ(οντος) ∙ Αὐρ(ηλίου) ∙ Ζωπύρου το[ῦ]
Νεικοβούλου, μη(νὸς) Βουκα-
15 τίου ζ. ❦
Search Help
Contact Us