face a.1 | ἀγαθῆ[ι] τύχηι. |
vacat | |
2 | [ἔ]δοξεν τῇ ἱερᾷ γερουσίᾳ τοῦ Σωτῆρος |
[Ἀ]σκληπιοῦ, ἐν κοινῷ στήλην ἀναγρα- | |
[φ]ῆναι, ἐν ᾗ στήλῃ εἶναι τὰ ὑπογεγραμμέ[να]· | |
5 | [ἀ]ν̣τὶ πολλῶν καὶ μεγάλων, ὧν εὐεργετή- |
θη παρὰ τοῦ θεοῦ, ὁ μνήμης ἀρίστης | |
Ἰούλιος Ἀριστέας ἐχαρίσατο διὰ τοῦ | |
θεοῦ τῇ γερουσίᾳ χωρείδιον στυφλά̣- | |
ριον πλ(έθρων) ὀκτώ, τόπῳ συΐ, ᾧ γείτονες ἀ- | |
10 | πὸ μὲν ἠοῦς ∙ Αὐρ(ήλιος) ∙ Θάλαμος καὶ πρόστ̣[υ]- |
λον τῶν Καλλίστης κληρονόμων, vacat | |
ἀπὸ δὲ ἄρκτου ∙ Αὐρ(ήλιος) ∙ Θεόδωρος, ἀπὸ | |
δὲ δύσεως οἱ Ἀρέσκοντος Ὁλμωνί- | |
ου κληρονόμοι, ἀπὸ δὲ μεσημβρίας | |
15 | Σύμφορος Ὁλμώνιος καὶ οἱ Νεικοστρά- |
του τοῦ Ζωπύρου κληρονόμοι, ἐπὶ τῷ | |
φυτεῦσαι τοὺς γερουσιαστὰς καὶ ἔχε[ιν] | |
αἰώνιον καὶ ἀναφαίρετον #⁵⁶ | |
ὁμοίως ἔδοξεν κατὰ τὴν αὐτὴν ε[ἰσ]- | |
20 | ήγησιν ἀναγρ[α]φῆναι καὶ ἕτερον χω̣- |
ρίον, ὃ ἔδωκεν τῇ ἱερᾷ γερουσίᾳ ὁ ἀξ[ι]- | |
ολογώτατος ∙ Αὐρ(ήλιος) ∙ Μενεκράτης Ἐ̣- | |
ρατωνιανὸς ἀπ’ εὐεργεσίας ὁμο[ί]- | |
ας, ἀμπελικόν, τόπῳ ἱπποβότῳ, πλ(έθρων) | |
25 | [ἕ]ξ, ᾧ γείτον̣[ε]ς [ἀπ]ὸ μὲν ἀνατολῆς [ο]- |
[ἱ] Ἐπαφρᾶ κληρ(ονόμοι), ἀπὸ δὲ μεσημβρία[ς] | |
[Ε]ὐβουλᾶς Φύλακος, ἀπὸ δὲ δύσεως [Φ]- | |
ίλιππος Θεοδώρου, ἀπὸ δὲ ἄρκτο[υ κ]- | |
[ε]νὸν ἐδά[φι]ον τὸ καλούμενον ἅ[λω]- | |
30 | [ς] Ἄρεος, ἐ[πὶ] τῷ καὶ αὐτὸ εἶναι τῆς γε[ρ]- |
[ο]υσίας αἰώνιον. ❦ εἰσὶν δὲ οἱ γερου̣[σι]- | |
[α]σταὶ οἵδε ∙ Αὐρήλιοι ∙ προστ[άτ]- | |
ης Τειμοκράτης Χαρικλέους, Ἰού(λιος) | |
Αὐρ(ήλιος) Ἐρατωνιανός #⁵⁶ Μεγιστᾶς Ͻ, | |
35 | Ἐπαφρόδειτος Μεγιστᾶ #⁵⁶ Κόσμος Ἐ- |
παφροδείτου ∙ Σωσίβιος ∙ Χαρικλέους, | |
Ἐπίκτητος Κόσμου ∙ Με[νε]κράτης Ͻ, | |
ΞΟΥΧΗΡ[— —]#⁷ΙΚ[— — — — —] | |
face b.1 | ἔδοξεν οὖν τῇ γε- |
ρουσίᾳ, εἴ τις τ<ῶ>[ν ἀ]ν<δ>ρῶ[ν] | |
[τούτ]ω̣ν [ἀ]<ποθ>άνοι {[ε]ν}, τούτου | |
[τ]ῶν̣ {Η} υ̣ἱ̣ῶν αὐτοῦ γείνεσθα[ι], | |
5 | [ὃ]ν [ἂ]ν ἡ γερου<σί>α ἕληται· ἐ̣ὰν |
δὲ μὴ ἔχῃ παιδί[α], τῶν ἐγγ- | |
[ύτα]τα συνγενῶν ὃς εἰσιὼν | |
[δώ]σει τῇ γερουσίᾳ 𐆖 νʹ. | |
[ἂ]ν̣ δέ τις ἔξωθεν δοκιμα- | |
10 | [σθ]ῇ ὑπὸ τῆς γερουσίας, εἰ- |
[σ]φερέτω εὐθέως τῇ γερου- | |
σίᾳ 𐆖 ἑκατόν ∙ ἐγράφη | |
ἄρχ(οντος) ∙ Αὐρ(ηλίου) ∙ Ζωπύρου το[ῦ] | |
Νεικοβούλου, μη(νὸς) Βουκα- | |
15 | τίου ζ. ❦ |
IG VII
2808