1 | Εὐμείλω ἄρχοντος Ἐπικουδείω Κορωνεῖ<ο>ς, |
τοῖ Ἀπόλλωνι τὸν τρίποδα ἀνέθειαν Βοιωτοί, μαντευσ- | |
αμένω τῶ θεῶ καὶ ἀποδόντος τὰν ἀγαθὰν μαντείαν | |
Βοιωτοῖς, ἀφεδριατευόντων Εὐωνυμοδώρω Πυθορμίω Ἁλι- | |
5 | αρτίω, Φιλίππω Ἀριστοκρατείω Θεισπιεῖος, Μοιρίχω Εὐβω<λί>ω Πλατ- |
αιεῖος, Τρίακος Ἀντιδωρίω Θειβ[ε]ίω, Τερψίαο Φορυσκίω Ἐρχομενίω, | |
Μοσχίνω Θεδωρίδαο Λεπαδειήω, Ἀμεινοκλεῖος Ἀμεινίαο Ταν- | |
αγρήω, Ὀνουμάστω Νικολαΐω Θεισπιεῖος μάντιος. |
IG VII
2724